Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

τῶν μυῶν διάθεσις ἐπισκέψεως πλείονος δεομένη, ἀλλ’ ὅμως καὶ αὕτη κατ’ ἀμφότερα λειπομένη τῷ τε τῆς διαγνώσεως ῥᾴστῳ καὶ τῇ δυνάμει τοῦ κατὰ τὴν μασχάλην ὄγκου, διὰ τῆς αὐτῆς θεωρίας τοῖς τεχνικοῖς ἰατροῖς εἰς γνῶσιν ἔρχεται. εἰκότως οὖν Ἱπποκράτης ἐκέλευσε τὰς διαγνώσεις τῶν παθῶν, ἃς καὶ σημειώσεις ὀνομάζουσιν οἱ νεώτεροι κατὰ τὴν ὁμοίου καὶ ἀνομοίου θεωρίαν ποιεῖσθαι πρὸ τῶν ἄλλων τῆς τέχνης ἔργων, τουτέστι τῶν κατὰ πρόγνωσίν τε καὶ θεραπείαν. εἰκότως δὲ καὶ διὰ τῶν μεγίστων τε τῇ δυνάμει καὶ ῥᾴστων τῇ διαγνώσει καὶ πρὸς τούτοις ἔτι τρίτον τὸ, πάντη μὲν καὶ πάντως τούτοις γιγνωσκόμενον, ἀπολειπομένων δὲ ἀξιώματί τε καὶ τῷ τῆς διαγνώσεως ἑτοίμῳ. προειρηκὼς οὖν διὰ τούτων ἀφ’ ὧν χρὴ τὰς διαγνώσεις τῶν παθῶν ποιεῖσθαι, τουτέστιν ὅτι διὰ τῶν ὁμοίων τε καὶ ἀνομοίων τοῖς κατὰ φύσιν ἔχουσιν, ὁποῖά γε ταῦτα ὑπάρχει, μεταβαίνει κατὰ τὴν ἑξῆς ῥῆσιν, ἐπὶ τὴν διδασκαλίαν αὐτῶν ὀνομαστὶ λέγων.