Ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι.
Τὸ διαγνωστικὸν τῶν παθῶν μέρος τῆς τέχνης πάντων
πρῶτον ἀσκεῖν ἀξιώσας, ἐκ τῶν ὁμοίως τε καὶ ἀνομοίως
ἐχόντων κατὰ τὸ σῶμα τοῦ κάμνοντος, ὡς πρὸς τοὺς
ὑγιαίνοντας· καὶ ὡς τὰ μέν ἐστι καὶ μέγιστα καὶ ῥᾷστα,
τὰ δὲ σὺν αὐτοῖς ἐξ ἀνάγκης γιγνώσκεται. νῦν ἤδη τίνα
ταῦτά ἐστι, καθάπερ ἔφην, διδάσκει λέγων, ἃ καὶ ἰδεῖν
καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι· ἰδεῖν μὲν δηλονότι τὰ ὁρατὰ,
θιγεῖν δὲ τῶν ἁπτῶν, ἀκοῦσαι δὲ τῶν ἀκουστῶν. τὸ μὲν
οὖν κατὰ τὸ πρόσωπον ἐν ἀρχῇ τοῦ προγνωστικοῦ γεγραμμένον
ἐστὶν ἰδεῖν, ῥῖνα μὲν ὀξεῖαν, ὀφθαλμοὺς κοίλους καὶ
κροτάφους συμπεπτωκότας· θιγεῖν δὲ τῶν ὤτων ψυχρῶν,
ἰδεῖν δὲ ἅμα καὶ θιγεῖν τοῦ κατὰ πρόσωπον δέρματος·
σκληροῦ γὰρ καὶ καρφαλέου καὶ περιτεταμένου· ἀκοῦσαι δὲ
τῶν ἐν τοῖς ἐφεξῆς τοῦ βιβλίου εἰρημένων, πταρμοῦ καὶ
βηχὸς καὶ φύσης καὶ ψόφου ἢ φθεγγομένου τε καὶ παρὰ