φύσιν τοῦ κάμνοντος ἤτοι κατὰ παραφροσύνην ἢ κλαγγώδη
ἢ βραγχώδη ἢ τοιοῦτόν τι πάθος ἐχούσης τῆς φωνῆς. ἐν
δὲ τοῖς κατὰ χειρουργίαν ἰδεῖν μέν ἐστι τὰ μελαινόμενα,
τὰ ἐρυθραινόμενα, τὰ καθ’ ὁντιναοῦν τρόπον ἐξαλλάττοντα
τὴν κατὰ φύσιν χροιὰν ἢ φυλάττοντα· καὶ πρὸς τούτοις
ἔτι, καθάπερ ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου, κοιλότητα μὲν
ἐπωμίδος, ἀκρωμίου δὲ ἀνάτασιν ἰδεῖν ἐστι· θιγεῖν δὲ τῆς
ἐν μασχάλῃ κεφαλῆς, ἀκοῦσαι δὲ τῶν γιγνομένων ψόφων ἐν
τῷ κάμνοντος σώματι, καθάπερ ἐπὶ θώρακος συντετρημένου,
πνεύματος ἐκφυσωμένου πρὸς τὸ τραῦμα.
Ἃ καὶ τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ καὶ
τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰσθέσθαι.
Τῶν αἰσθήσεων ἁπάσαις τὴν γνώμην ἐφεξῆς ἔταξεν,
ὅπερ ἐστὶ τὴν διάνοιαν, ἥν τε καὶ νοῦν καὶ φρένα καὶ
λόγον κοινῶς οἱ ἄνθρωποι καλοῦσιν. ἐπεὶ δὲ καὶ τῶν κατὰ