φωνὴν ἐστί τις λόγος, ἀφορίζοντες οὖν τοῦτον τὸν προειρημένον
λόγον οἱ φιλόσοφοι καλοῦσιν ἐνδιάθετον, ᾧ λόγῳ
τά τε ἀκόλουθα καὶ τὰ μαχόμενα γιγνωσκομένοις ἐμπεριέχεται
καὶ διαίρεσις καὶ σύνθεσις καὶ ἀνάλυσις καὶ ἀπόδειξις,
ὅσα τ’ ἄλλα τοιαῦτα. διὰ τί δὲ τῶν ῥινῶν καὶ τῆς γλώττης
αἰσθήσεων ἰδίᾳ πρότερον οὐ μνημονεύσας ἐν τῷ φάναι, ἃ
καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ἑξῆς τῶν πέντε μετὰ
τῆς γνώμης ἐμνημόνευσεν, εἰκότως ἐζήτηται. καὶ δὴ καὶ
λέλεκται πολλοῖς τὰ μὲν ἀπίθανα καὶ ἀνάξια μνήμης, τὰ
δὲ πιθανὰ καὶ μνήμης ἄξια, τὴν ἀρχὴν ποιησαμένοις ἐνθένδε.
τὸν Ἱπποκράτην φασὶ κελεύειν ἡμᾶς τὰς διαγνώσεις
ποιεῖσθαι τῶν παθῶν ἐξ ὁμοιότητός τε καὶ ἀνομοιότητος
τῶν αἰσθητῶν. αἰσθητὰ δὲ κυρίως λέγεται τὰ μὴ δεόμενα
δυνάμεως ἑτέρας εἰς διάγνωσιν, ἀλλ’ ἀρκούμενα μόνῃ τῇ διὰ
τῆς αἰσθήσεως γνώσει· οὐ κυρίως δὲ ὅμως λέγεσθαι καὶ
αὐτὰ κατὰ τὴν αὐτὴν προσηγορίαν αἰσθητὰ τὰ διὰ πλειόνων
αἰσθήσεων ἅμα μνήμῃ τε καὶ τῷ καλουμένῳ συνθέτῳ τε