ἅμα καὶ κεφαλαίῳ τῷ λόγῳ τὴν διάγνωσιν ἔχοντα. τὸ μὲν
οὖν χρῶμα τῶν κυρίων λεγομένων αἰσθητῶν εἶναι, καθάπερ
τὸν χυλὸν καὶ τὸν ἀτμὸν καὶ τὴν φωνὴν, ὡσαύτως δὲ σκληρότητα
καὶ μαλακότητα καὶ θερμότητά τε καὶ ψυχρότητα
καὶ συνελόντι φάναι, τὰς ἁπτὰς ἁπάσας ποιότητας· οὔτε
δὲ μῆλον οὔτε ῥοιὰν οὔτε ἄπιον οὔτε ἄλλην οὐσίαν φασὶν
ὅλην αἰσθήσει γνωστὴν ὑπάρχειν, ἀλλ’ ὡς ὁ Πλάτων ἔλεγε
δόξῃ μετ’ αἰσθήσεως ἀλόγου, δόξαστα δὲ τὰ πάντα εἶναι
καὶ διὰ τοῦτό γέ που σφάλλεσθαι πολλάκις ἐν ταῖς διαγνώσεσιν
αὐτῶν ἐνίους, ὅταν ἤτοι χρῶμα μόνον ἢ σχῆμα ἢ
ἄμφω ταῦτα θεάσηταί τις παραπλήσια τῷ πρόσθεν ὠφελοῦντι.
καὶ γὰρ μῆλα καὶ ῥοιὰς καὶ ἄπια καὶ σταφυλὰς
καὶ κάρυα καὶ ἄλλα πολλὰ φαίνεσθαι σιτίων πεπλασμένων
ἐκ κηροῦ, πρὶν ὀσμήσασθαί τε καὶ γεύσασθαι καὶ ἅψασθαι
τοῖς ἀληθινοῖς ἀπαράλλακτα· πάσαις δ’ ἄν τινα ταῖς αἰσθήσεσιν
ὑπερβάλλοντα, τὴν χρῆσιν αὐτῶν μὴ δύνασθαι
σφαλῆναι. τὸ δὲ πάσαις ὑπερβάλλειν οὐκ ἄνευ μνήμης καὶ
συναριθμήσεως καὶ ταύτην οὔτε αἰσθήσεως οὔτε μνήμης,