ἀλλὰ τῆς γνώμης ἔργον εἶναι, τουτέστι τῆς διανοίας. ὀνομάζουσι
δὲ τὴν συναρίθμησιν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ
συγκεφαλαίωσιν. ὅτε μὲν οὖν εἶπεν Ἱπποκράτης, ἃ καὶ ἰδεῖν
καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ὡς ἐν παραδείγματος μοίρᾳ
μνημονεῦσαί φασι τῶν αἰσθητῶν αὐτῶν· ὁπότε δὲ
ἀποχωρήσας τῶν ἁπλῶς τε καὶ κυρίως αἰσθητῶν ἐπὶ τὰς
ὅλας οὐσίας μετέβη προσηκόντως αὐτὸν ἐνταῦθα, τῶν δὲ
αἰσθήσεων ἁπασῶν καὶ σὺν αὐταῖς γνώμης μνημονεῦσαι ὡς
εἶναι τὸν ὅλον λόγον τοιοῦτον ἄρχεσθαι. προσήκει τὸν ἰατρὸν
τῆς τῶν παθῶν διαγνώσεως, ἀπὸ τῆς τοῦ ὁμοίου τε
καὶ ἀνομοίου θεωρίας, ἐνίοτε μὲν ἐπὶ μόνων τῶν ἁπλῶν
ποιοτήτων ποιούμενον τὴν παραβολὴν, ἐνίοτε δὲ ὅλων τῶν
σωμάτων. ἔστι μὲν γὰρ ἥδε ἡ ἐξήγησις οὐκ ἄλογος, ἔστι
δὲ καὶ ἑτέρα τις τοιάδε. τὸν Ἱπποκράτην φασὶν, ὁπότε
μὲν εἶπεν ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ἐπὶ
τοῦ ἰατροῦ πεποιῆσθαι τὸν λόγον, ὁπότε δὲ ἐφεξῆς τῶνδέ
φησιν, ἃ καὶ τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ καὶ τῇ ῥινὶ καὶ
τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰθέσθαι, ἐπὶ τοῦ κάμνοντος