Ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπ’ αὐγήν.
Ἑκατέρου τῶν τῆς αὐγῆς εἰδῶν, τοῦ τε κοινοῦ
καὶ τοῦ τεχνικοῦ, δύο φησὶν εἶναι χρήσεις, ἢ πρὸς αὐγὴν ἢ
ὑπ’ αὐγήν· πρὸς αὐγὴν μὲν καλῶν, ὅταν πρὸς ταύτην
ἐστραμμένον ᾖ τὸ χειριζόμενον ἢ κατανοούμενον· ὑπ’ αὐγὴν
δὲ τὸ βραχὺ παρακεκλιμένον, ὥσπερ ἐπὶ τῶν ὑποχυμάτων
καὶ ὅλως τῶν κατ’ ὀφθαλμοὺς διαθέσεων. οὔτε γὰρ διαγνῶναι
δυνατόν ἐστὶν ἀκριβῶς τὰ κατ’ αὐτοὺς πάθη πρὸς
τὴν αὐγὴν ἐστραμμένου τοῦ πάσχοντος οὔτ’ ἰάσασθαι. διὰ
τοῦτ’ οὖν τὸ μὲν πρὸς αὐγὴν φευκτέον ἐστὶ, τὸ δὲ ὑπ’
αὐγὴν ἤτοι ἀπεστραμμένον τῇ αὐγῇ ἢ λοξὸν ἐσχηματισμένον
εἶναι χρὴ τὸν χειρουργούμενόν τι τῶν κατὰ τοὺς ὀφθαλμούς.
αὐτὸς δ’ ἄκουέ μου τοὺς ὄντως ὀφθαλμοὺς λέγοντος, οὐ τὰ
βλέφαρα· κατὰ αὐτὰ γὰρ ἐνεργεῖν ἐγχωρεῖ καὶ πρὸς τὴν
αὐγὴν ἐστραμμένου τοῦ ἀνθρώπου, καθάπερ ἐπὶ τῆς τῶν
ὑδατίδων ἄρσεως ἢ διαβροχισμοῦ τριχῶν ἢ ἀναῤῥαφῆς ἢ