τῶν κατ’ ἰσχίον μερῶν εὐπραξίᾳ μὲν, ὁπότε καὶ τὸ κατὰ
τὸν μηρὸν ἐπ’ ἄλλου καὶ κατὰ βραχίονά γέ ποτε καὶ τοῦ
τραχήλου τὴν ὀπίσω χώραν.
Ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, λεπτά.
Περὶ τῆς ὕλης τῶν ἐπιδέσμων ἐνταῦθα διδάσκει, καθαροῖς
καὶ κούφοις καὶ μαλθακοῖς καὶ λεπτοῖς χρῆσθαι κελεύων·
καθαροῖς μὲν, ὅπως μήτε δήξεις ἐκ τοῦ ῥύπου γίγνοιντο
μήτε διικνεῖσθαι πρὸς τὸν χρῶτα τῶν ἐπιβρεχομένων
ὑγρῶν δύναμιν εἴργοιτο· κούφοις δὲ, ὡς μὴ βαρύνοιτο
ὁ πεπονθὼς τόπος· λεπτοῖς δὲ διὰ τό τε καὶ κουφότερα καὶ
μαλακώτερα ταῦτα, διὰ τό τε καὶ τὰς ἐπιβροχὰς ἑτοίμως
διαπέμπειν· μαλθακοῖς δὲ, ὅπως μὴ θλίβοιντο. πρόδηλον
δὲ ὅτι τούτων ἕκαστον εἰς τὸ μὴ φλεγμῆναι τὸ πεπονθὸς
μόριον συντελεῖ.