ἀριθμῷ ληπτὸν ἑλληνιστὶ τῷ ῥήματι ζεύγνυσιν ἐν τῷ ἑνικῷ
καὶ πληθυντικῷ. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον ἡ λέξις
ἔσται τοιάδε· τὰ μέλλοντα ἀποπίπτειν κακίω ταχέως
ἀποπεσόντων αὐτῶν. ἄμεινον δ’ οὖν ἦν γεγράφθαι τὴν ῥῆσιν
οὕτω· τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντα
καὶ δῆλόν ἐστιν, ὥσπερ ἐξ ἄλλων τινῶν, οὕτω κἀκ
ταύτης τῆς λέξεως, ἔν τε τοῖς κατ’ ἀληθείας μὲν οἷς τὸ
βιβλίον τοῦτο πρὶν ἐκδοθῆναι, καὶ διὰ τοῦτο τὰ μὲν αὐτοῦ
τοῦ γράψαντος αὐτὸ παρὰ γράμματος ἑνὸς ἢ δυοῖν ἀφαίρεσιν
ἢ πρόθεσιν ἢ ὑπάλλαξιν ἁμαρτόντος, οἷα πολλὰ συγγράφουσι·
τὰ δὲ ὑπὸ τοῦ πρώτου βιβλιογράφου διὰ τὸ τινὰ
μὲν ἀσαφέσι γράμμασι γεγραφότος αὐτοῦ τοῦ συνθέτου, οὐ
χεῖρον τἀσαφῶς, ἀλλὰ στοχασάμενον ὀρθῶς οὐδαμῶς ἁμαρτάνειν,
τινὰ δὲ τοῦ χάρτου κοπέντος ἢ κατά τινα ἄλλην
περίστασιν ἀπολουμένου τοῦ γράμματος ἢ συγχυθέντος· ἴσως
δέ τινων καὶ κατὰ τὸν ὀνομασθέντα μεταγραμματισμὸν ἁμαρτηθέντων
ἔκ τινων μεταβαλλόντων ἐκ τῆς παλαιᾶς γραφῆς
εἰς τὴν ὑστέραν γεγραμμένην πρὸς τοῦ παλαιοῦ, πλῆθος