προσηκόντως ἄν τις αὐτοὺς ἡττᾶσθαι φαίη. τὸ μηδὲ νάρθηξιν
ἐνέρεισιν εἶναι, τοιόνδε ἔσται, ἐὰν ὀλιγώτεροι τοῦ δέοντος
οἱ ἐπίδεσμοι τύχοιεν ὄντες, ἐνέρεισις τῶν ἄρθρων, ὅπερ
ἐστὶ βία καὶ θλίψις ἔσται σῖνος διήκουσα. καὶ μέντοι καὶ
τοσούτους αὐτοὺς ποιήσεις ὡς βαρύνειν τὸν ἀσθενοῦντα καὶ
οὕτως ἁμαρτήσεις τοῦ συμμέτρου. φυλαττόμενος οὖν ἑκάτερον
τῶν σκοπῶν τοῦ πλήθους στόχασον. τῶν ἐπιδέσμων
οἱ σκοποὶ δύο εἰσὶ, τὸ μήτε θλίβειν μήτε βαρύνειν. ἀλλὰ
μηδὲ περίῤῥεψιν εἶναί φησι περὶ τῷ πλήθει τῶν ἐπιδέσμων.
ἡ δὲ περίῤῥεψις ἀπὸ τοῦ περιῤῥέπειν ἐπὶ θάτερον μέρος,
ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, ὅλην τὴν ἐπίδεσιν ὀνομάζεται.
τοῦτο δὲ αὐτὸ περιῤῥέπον, ἀμετρία τοῦ πλήθους αὐτῶν
γίνεται. τὴν δὲ ἐκθήλυνσιν, εἴρηται γὰρ αὐτῷ, οἱ μὲν
τινὲς ἀπὸ τῶν μορίων ἤκουσαν, ἐν οἷς τὸ σῖνος, ὡς ἀσθενῶν
καὶ μαλακῶν ἐσομένων διὰ τὸ πλῆθος ἐπιβεβλημένων
ἔξωθεν ὀθονίων, ἔνιοι δὲ ἐπὶ τῆς ἐπιδέσεως αὐτῆς,
ὡς ἀτόνου γινομένης· ἐκλύεται γὰρ καὶ ἡ τῶν ἐπιθεμένων