Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

τῶν σωμάτων. ὡς γὰρ ἵμαντες οἱ μὲν ὑγροὶ καὶ μαλακοὶ τῶν σωμάτων ἀλύπως ἐπὶ πλέον ἐκτείνονται, ῥήγνυνται δὲ οἱ σκληροὶ καὶ ξηροὶ, κατὰ τὸν αὐτὸν τρόπον καὶ οἱ μύες καὶ τὰ νεῦρα τὰ μὲν ὑγρὰ καὶ μαλακὰ ῥᾳδίως ὑπακούοντα ταῖς τάσεσιν οὔτε ὀδυνᾶται σφοδρῶς οὔτε ἀποῤῥήγνυται, τὰ δὲ σκληρὰ καὶ ξηρὰ διὰ τὸ μὴ δύνασθαι χωρὶς μεγάλης βίας ἐκταθῆναι, σφοδρὰς ὀδύνας ἐπιφέρει, οὐ μόνον κατὰ τὰς ὑπερβαλλούσας τάσεις, ἀλλὰ κατὰ συμμέτρους. ἐν αὐτῷ δὲ τούτῳ καὶ σπῶνται καὶ ἀποῤῥήγνυνται μυῶν καὶ νεύρων ἶνες. οὐκοῦν τούτων τι γίγνεται τοῖς παιδίοις, οὔτε αὐτοῖς ἀκολουθοῦσιν αἱ φλεγμοναὶ καὶ δι’ αὐτὰς πυρετοὶ καὶ παραφροσύναι καὶ σπασμοὶ καὶ παραλύσεις. αὐτὸς μὲν οὖν ἐπὶ παιδίων ἐποιήσατο τὸν λόγον, ἡμᾶς δὲ δεῖ μεταφέρειν αὐτὸν οὖν ἐπὶ εὐνούχους τε καὶ γυναῖκας καὶ τοὺς ἐκ φύσεως ἢ ἔθους, ὑγροὺς καὶ μαλακοσάρκους· αἱ τοιαῦται γὰρ κράσεις τῶν σωμάτων καὶ ὑπακούουσί τε τῇ τάσει ῥᾳδίως οὐδεμία τε βλάβη μεγάλη δι’ αὐτὸ τοῦτο, κἂν πλεονασθῶσιν,