Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἀκολουθεῖν αὐτοῖς εἴωθεν. ὅσοι δὲ δι’ ἔθος ἢ φύσιν ἐσκλήρυναν τὸ σῶμα, μόγις μὲν ὑπακούουσι τῇ τάσει, καὶ διὰ τοῦτο καὶ ἧττον αὐτοὺς κατατείνεσθαι πρὸς τῶν ἰατρῶν αὐτὸς ἔφη, μεγάλας δὲ καὶ τὰς βλάβας ἴσχουσιν ἐπὶ ταῖς ἀμετροτέραις τάσεσιν. ἔχειν ἀνάντη σμικρὸν καὶ τοῦτο ὁμοίως τοῖς πρὸ τούτου διὰ διττῶν αἰτιῶν εἴρηται, πρῶτον δι’ ἀσφάλειαν καὶ ἕνεκα δὲ τοῦ μὴ πονεῖν τὰ πικρά· τὰ γὰρ ἐναντία διὰ τὴν ὀδύνην βλαβερά.

Διαρθρώσιος παράδειγμα τὸ ὁμώνυμον, τὸ ὁμόζυγον, τὸ ὅμοιον, τὸ ὑγιές.

Οὐχ ὁμώνυμον, ἀλλὰ συνώνυμον εἰρῆσθαι βέλτιον ἦν, εἴ γε τοὺς ὄντας ὁμωνύμους, ὃ μὴ προσείρηκεν, ἄνθρωπος δ’ ἀνθρώπῳ συνώνυμός ἐστι καὶ Ἱπποκράτης Ἱπποκράτει καὶ κύων χερσαῖος τῷ χερσαίῳ, καθάπερ ὁ θαλάττιος τῷ