Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

θαλαττίῳ. ὅσα μὲν οὖν τῶν ὀνομάτων ἓν εἶδος, ἐν πολλοῖς τῶν κατὰ μέρος σημαίνει, συνωνύμως ἐπ’ αὐτῶν λέγεται. ὅσα δὲ ἐπὶ διαφερόντων κατηγορεῖται, ταῦτα ἔθος ἡμῖν ἐστι λέγειν ὁμωνύμως κατηγορεῖσθαι. τὰ δὲ ὑποκείμενα καὶ δηλούμενα πρὸς αὐτῶν ὁμώνυμα ὑπάρχῃ. καὶ ἡ χεὶρ οὖν τῇ χειρὶ ταὐτὸν εἶδος ἔχουσα ὡς ὁμώνυμον εἶναι λέγοιτο. τοῦτο μὲν τὸ ὀνοματίζειν τισὶν οὐ μεγάλης ἄξιον σπουδῆς, τὰ δ’ ἐφεξῆς εἰς αὐτὴν τὴν τέχνην διαφέρει. κελεύει γάρ σε διαρθροῦν τὰ πεπονθότα σώματα παραδείγματι χρῆσθαι τῷ ὡμωνύμῳ καὶ ὁμοζύγῳ καὶ ὁμοίῳ καὶ ὑγιεῖ, ὁμωνύμῳ ἐν τῷ παραβάλλειν βραχίονι βραχίονα καὶ πῆχυν πήχει καὶ μηρὸν μηρῷ καὶ κνήμην κνήμῃ, ὁμοζύγῳ δὲ καθ’ ἕνα τὸν αὐτὸν ἄνθρωπον οὐκ ἄλλον ὅπερ κἀν τῷ περὶ ἄρθρων ἐδήλωσεν εἰπὼν, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα. προστίθησι δὲ τῷ ὁμοζύγῳ τὸ ὅμοιον. ἐνδέχεται γὰρ ὁμόζυγον μὲν εἶναι τὸ παραβαλλόμενον, οὐ μὴν ὅμοιόν γε. πολλάκις γὰρ ὁ ἕτερος βραχίων ἠτρόφησε κατά τινα διάθεσιν ἢ ἀπόστασιν