Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἔσχεν ἢ βλαισσὸν τὸ σκέλος ἢ ῥαιβὸν ἐγένετο, διὸ καὶ πάλιν ἐπήνεγκε τὸ ὑγιὲς, οὐ ὀκνήσας πάντως τῇ δυνάμει εἰπεῖν αὐτὸ, οὕνεκα τοῦ μηδὲν ἡμᾶς παρακοῦσαι. τὸ γὰρ ὁμόζυγον ὑγιὲς πάντως ἐστὶν, ἂν ὅμοιον ἢ πλησίον ἢ ἀμφότερα φθάνοι κατ’ αὐτὸν τρόπον πεπονθέναι. τοῦτο δ’ ἐπ’ ἄλλων, ἀλλὰ τοῦτο δεησόμεθα τὸ ὁμοίως προσθεῖναι τῷ ὑγιές. ἀρκέσει μόνον ὑγιὲς εἰπεῖν, ἐν ἑαυτῷ καὶ τὸ ὅμοιον. ἴσως οὖν ἀμφότερα γεγραφότος αὐτοῦ τοῦ Ἱπποκράτους, ὡς ἐν ἄλλοις συνέβη τὸ ἐγγραφόμενον, οὐ τὸ ἕτερον αὐτῶν, ἀλλὰ μὴ τὰ δύο γράψαι.

Ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι. ἡ σκληρὴ δῆσαι, ἡ μαλακὴ λῦσαι, ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη παχῦναι.