Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἔγραψε κατὰ τὴν προκειμένην ῥῆσιν ἐπὶ μὲν τῶν σφυγμῶν εἰπὼν, ὡς μὴ ἐνσείηται. καὶ προσέτι ἐπὶ τῆς κατὰ τὴν κεφαλὴν ἁρμονιῶν διαστάσεως τῷ τῶν ἑρμασμάτων ἐφεξῆς ὀνόματι κεχρημένος, ἐπὶ δὲ βηχῶν καὶ πταρμῶν καὶ ὅλως τῶν κατὰ τὴν κεφαλὴν καὶ θώρακα κινήσεων τῷ τῶν στηριγμάτων. ἡ μὲν οὖν τῶν ἁρμονιῶν διάστασις ἐπὶ κεφαλῆς ἐν ταῖς καλουμέναις ῥαφαῖς γίγνεται κυρίως μὲν ἁρμονιῶν ὀνομαζομένων, καθ’ ἃ ψαύει τὰ τῆς κεφαλῆς ἀλλήλων ὀστᾶ, κατὰ μεταφορὰν δὲ ῥαφῶν· ἥρμοσται γὰρ ἀκριβῶς ἀλλήλοις τὰ κατὰ τὸ κρανίον ὀστᾶ καὶ διὰ τοῦτο καθ’ ἁρμονίαν ἡ σύνθεσις αὐτῶν εἰκότως ἂν λέγοιτο γεγονέναι, καθ’ ὁμοιότητα δὲ τὴν πρὸς τὰ ῥαπτόμενα ῥάκη. ῥᾷον αὐτὰ τοίνυν ἐνίοτε διίστανται, καί ποτε καὶ ὀδύνην ἐπιφέρουσιν, ὅταν φλεγμαίνωσιν οἱ συνάπτοντες αὐτὸν τὸν περικράνιον ὑμένα τῇ σκληρᾷ μήνιγγι καὶ φλέβιά τινα μικρὰ συνεξερχόμενα κατὰ τὰς ῥαφὰς φλεγμαίνει πολλάκις, ἐφ’ ὦν διάθεσις ἡ κίνησις τῆς σκληρᾶς μήνιγγος ἐπιπιπτούσης τοῖς φλεγμαίνουσιν ὀδύνην ἐργάσεται. παραπλησίως δὲ