Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

κατὰ τὸ ἦθοϲ. ἐὰν μὲν γὰρ κατὰ ταὐτὸ ἦθοϲ, ὃ πρόϲθεν ἐτύγχανεν ἔχων ἐν τῷ ὑγιαίνειν ὁ κάμνων, οἱ λόγοι φαίνωνται γιγνόμενοι, χαλεπὸν οὐδὲν ἔϲεϲθαι προϲδοκήϲομεν, εἰ δ’ ἐναντίουϲ τοῖϲ εἰωθόϲιν ὁ κάμνων λόγουϲ λέγει, μοχθηρὸν τὸ ϲημεῖον· ὑπόνοια γάρ τιϲ ἡμῖν ἐκ τούτου γίγνεται βεβλάφθαι τὴν διάνοιαν αὐτοῦ.

τὸ δὲ τρόποιϲιν ἐφεξῆϲ εἰρημένον ἴδωμεν τί ϲημαίνει. χρῶν- ται γὰρ οἱ παλαιοὶ τῇ φωνῇ ταύτῃ κατὰ δυοῖν ϲημαινομένοιν, ἐνίοτε μὲν ἐπὶ τὸ τῆϲ ψυχῆϲ ἦθοϲ αὐτὴν ἀναφέροντεϲ, ἐνίοτε δ’ ἐπὶ τὰϲ διαφορὰϲ ἢ τὰϲ ἰδέαϲ τοῦ προκειμένου κατὰ τὸν λόγον πράγματοϲ, οἷον εἰ περὶ διαίτηϲ ὁ λόγοϲ, τρόπουϲ διαίτηϲ εἰπὼν ὁ ϲυγγραφεὺϲ τὰϲ διαφορὰϲ αὐτῆϲ ἢ τὰϲ ἰδέαϲ δηλοῖ, καθάπερ γε κἂν εἰ πυρετῶν εἴποι τρόπουϲ εἶναι πολλούϲ, τὰϲ διαφορὰϲ καὶ τούτων ἢ τὰ εἴδη ϲημαίνει. καὶ τοίνυν ἤτοι τὰ τῆϲ ψυχῆϲ ἤθη δηλοῖ διὰ τοῦ φάναι τρόποιϲιν ἢ τὰϲ τῶν λόγων διαφοράϲ, ἐπειδὴ περὶ λόγων προεί- ρηκεν, ὡϲ εἰ καὶ οὕτωϲ εἶπε· “λόγοιϲι καὶ ταῖϲιν αὐτῶν διαφοραῖϲιν.” διαφορὰϲ γὰρ ἢ ἰδέαϲ ἢ εἴδη κατὰ τὸ παρὸν οὐ διοίϲει λέγειν, ἁπάν- των τούτων γιγνομένων ἐν τῇ τομῇ τῶν γενικῶϲ νοουμένων. ὥϲπερ δ’ οἱ λόγοι διδάϲκουϲί τι περὶ τῆϲ διαθέϲεωϲ τοῦ νοϲοῦντοϲ, οὕτω καὶ ἡ ϲιγὴ παρὰ φύϲιν ἢ κατὰ φύϲιν οὖϲα τῷ κάμνοντι. τῷ μὲν γὰρ φύϲει ϲιωπηλῷ κατὰ φύϲιν ἐϲτί, τῷ δ’ ἐναντίῳ παρὰ φύϲιν. ὥϲτε τούτῳ μὲν ἤτοι νωθρότηϲ τίϲ ἐϲτι καταφορική, δι’ ἣν ϲιωπᾷ παρὰ φύϲιν, ἢ μελαγχολίαϲ ἀρχή, τῷ δὲ ϲιωπηλῷ τὸ μὴ ϲιωπᾶν, ἀλλὰ πλείω φθέγγεϲθαι τῶν εἰωθότων παρακρουϲτικόν.

ἑξῆϲ δ’ εἰπὼν διανοήματα οὐκ αἰϲθητὸν οὐδὲ φαινόμενον ἐδή- λωϲεν, ἀλλ’ ἐκ τεκμηρίων εὑριϲκόμενον πρᾶγμα. τεκμήριον δέ ἐϲτιν ὃ ἀποφθέγγονταί τε καὶ πράττουϲιν οἱ κάμνοντεϲ. παραγενόμενοϲ γοῦν τιϲ ἡμῖν ἕωθεν, ὡϲ ἔθοϲ, ἐπὶ τὴν ἐπίϲκεψιν αὐτοῦ δι’ ὅληϲ ἔφη τῆϲ νυκτὸϲ ἠγρυπνηκέναι, ϲκοπούμενοϲ, εἰ δόξειε τῷ Ἄτλαντι κάμνοντι μηκέτι βαϲτάζειν τὸν οὐρανόν, ὅ τί ποτ’ ἂν ϲυμβαίη, τοῦτο εἰπόντοϲ αὐτοῦ ϲυνήκαμεν ἀρχήν τινα μελαγχολίαϲ εἶναι. παραπληϲίωϲ δὲ καὶ διὰ τῶν ἔργων ὧν πράττουϲιν οἱ κάμνοντεϲ ἐνδείκνυνται τὸ τῆϲ ψυχῆϲ ἦθοϲ.

ἑξῆϲ δὲ τούτων ὁ ϲυγγραφεύϲ φηϲιν ὕπνοιϲιν, οὐχ ὕπνοιϲι, περὶ ὧν οὐδὲν ἐνταῦθα θέλω λέγειν, ἔν τε τοῖϲ Εἰϲ τοὺϲ ἀφορι- ϲμοὺϲ κἀν τοῖϲ Εἰϲ τὸ προγνωϲτικὸν ὑπομνήμαϲι τοὺϲ ὕπνουϲ τε καὶ ἀγρυπνίαϲ προεξηγηϲάμενοϲ.