Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

ἀλλὰ καὶ περὶ τῶν ἐνυπνίων προεξήγημαι, τῶν τ’ ἄλλων καὶ ὅϲα διάθεϲίν τινα τοῦ ϲώματοϲ ἐνδείκνυται, καθάπερ κἀν τῷ Περὶ διαί- τηϲ ὑγιεινῷ γέγραπται. πυρκαϊὰϲ μὲν γάρ τιϲ ὁρῶν ὄναρ ὑπὸ τῆϲ ξανθῆϲ ἐνοχλεῖται χολῆϲ, ὁ δὲ καπνὸν ἢ ἀχλὺν ἢ βαθὺ ϲκότοϲ, ὑπὸ τῆϲ μελαίνηϲ χολῆϲ· ὄμβρουϲ δὲ ψυχρὰν ὑγρότητα πλεονάζειν ἐνδείκνυται, καθάπερ γε καὶ [εἰ] χιόνα καὶ κρύϲταλλον καὶ χάλαζαν, φλέγμα ψυχρόν· ἐν χωρίῳ δ’ ὁ δοκῶν εἶναι δυϲώδει ϲηπεδόνα χυ- μῶν, λόφουϲ δ’ ἀλεκτρυόνων ἤ τινα πυρρά, αἷμα πλεονάζειν. ζοφώδη δέ τινα ὁρᾶν ἢ ἐν ζοφώδεϲι τόποιϲ ἵϲταϲθαι πνεύματα δηλοῖ καὶ ἐπὶ τῶν ἄλλων ἀνὰ λόγον. διὸ καὶ προϲέθηκε τῷ ἐνυπνίοιϲι τὸ οἵοιϲι καὶ ὅτε· τὸ μὲν οἵοιϲι τὰϲ διαφορὰϲ αὐτῶν ἐνδεικνύμενον καὶ μὴ προϲθέντοϲ αὐτοῦ πρόδηλον ἦν, τὸ δ’ ὅτε τὸν καιρόν, ἐν ᾧ γίνεται τὰ ἐνύπνια, τουτέϲτιν εἴτε κατὰ τὴν εἰϲβολὴν τῶν παροξυ- ϲμῶν εἴτε κατὰ τὴν ἀκμὴν εἴτ’ ἐν ἄλλῳ τινὶ καιρῷ καὶ εἰ μετὰ τρο- φὴν καὶ ποίαν γέ τινα τροφὴν εὐθέωϲ ἢ χωρὶϲ τροφῆϲ, γίνεται γάρ τιϲ ἔνδειξιϲ ἐκ τούτων. ὁ γοῦν χιονίζεϲθαι δοκῶν ἐὰν ἐν εἰϲβολῇ πα- ροξυϲμοῦ μετὰ ῥίγουϲ ἢ φρίκηϲ ἢ καταψύξεωϲ γιγνομένου τοῦτο φαν- ταϲθῇ, τῷ καιρῷ τὸ πλέον, οὐ τῇ διαθέϲει τοῦ ϲώματοϲ ἀναφέρειν χρή. κατὰ μέντοι τὴν παρακμὴν ὁ τοιοῦτον ὄναρ θεαϲάμενοϲ βεβαιο- τέραν ἡμῖν ἔνδειξιν ἐργάϲεται τῆϲ τῶν ἐπικρατούντων χυμῶν ψυχρό- τητοϲ· ἔτι δὲ μᾶλλον, ἐὰν μηδὲν ἐδηδοκὼϲ ᾖ τῶν φλεγματικῶν ἐδεϲμάτων, ὧν ἐν τῇ γαϲτρὶ περιεχομένων ἐνδέχεταί τινι τοιαύτην γίνεϲθαι φανταϲίαν, καίτοι τῆϲ ἐν ὅλῳ τῷ ϲώματι διαθέϲεωϲ οὐκ οὔ- ϲηϲ ὁμοίαϲ. τὸ δὲ τιλμοῖϲιν, ὅπερ ἐφεξῆϲ εἴρηται, προεξήγημαι κἀν τοῖϲ Εἰϲ τὸ περὶ χυμῶν ὑπομνήμαϲιν, ὥϲπερ καὶ ἄλλα πολλὰ τῶν νῦν εἰρημένων, ἐπί τε τῶν κροκυδιζόντων καὶ καρφολογούντων εἰρῆϲθαι δυνάμενον καὶ τῶν ὁτιοῦν μέροϲ ἑαυτῶν τιλλόντων, ἐν