Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

τῆς ὅλης διηγήσεως γράψας ὡδί· τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ ἀραιὸν μέγα· σπλὴν ἐπήρθη περι- φερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος, οἱ παρο- ξυσμοὶ ἐν ἀρτίῃσιν. ἄλλος δ' ἄν τις ἄρρωστος ἴσως ἐπὶ τοῖς αὐτοῖς συμπτώμασί τε καὶ σημείοις οὐ κατὰ τὴν ἕκτην, ἀλλὰ κατὰ τὴν ὀγδόην ἡμέραν ἀπέθανε, τῆς τε δυνάμεως ἰσχυροτέρας οὔσης ἢ ὡς ἔτυχεν ὁ Φιλίσκος ἔχειν τῶν τε συμπτωμάτων καὶ τῶν ση- μείων ἧττον ὀλεθρίων ὄντων. ἐπὶ γὰρ τούτῳ κατά τε τὴν τρίτην ἡμέραν καὶ τὴν τετάρτην οὖρα μέλανα γενόμενα σαφῶς ἐδήλωσε τὸ μέγεθος τῆς κακοηθείας τοῦ νοσήματος ἱδρῶτές τε διὰ τέ- λεος ψυχροὶ γενόμενοι. καὶ ἡ τοῦ αἵματος δὲ στάξις ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἐπεκύρωσεν τὸν προσδοκώμενον ὄλεθρον σύν- τομον, ἔτι δὲ μᾶλλον ὅτι προσέγραψε τῇ στάξει τὸ ἄκρητον, ὧδέ πως εἰπών· τῇ πέμπτῃ περὶ μέσον ἡμέρας μικρὸν ἔσταξεν ἀπὸ ῥινῶν ἄκρητον. ὅταν μὲν οὖν ἤτοι διαχώρησιν ἢ ἔμετον ἄκρητον εἴπῃ, τὸ ἄμικτον λέγει, διαχωρουμένης ἢ ἐμουμένης ἤτοι τῆς ξανθῆς ἀμίκτου χολῆς ἢ τῆς μελαίνης ἢ τῆς ἰώδους· περὶ δὲ τῆς στάξεως ἐὰν ἀκούσωμεν ἄμικτον αἷμα τὸ ἐρυθρόν, (αὕτη γὰρ ἴδιος αὐτοῦ χροιά,) ψεῦδός τι νοήσομεν. οὐδέποτε γὰρ ἐρυθροῦ στάξις ἀπὸ ῥινῶν ἐν ὀλεθρίῳ νοσήματι πέφηνεν, ἀλλ' ἀεὶ μέλανος· εἰκὸς οὖν ἐστὶν αὐτὸ δὴ τοῦτο τὸ μέλαν ἄκρητον εἰπεῖν τὸν Ἱπποκράτην, ἐπιση- μῆναι βουληθέντα καὶ αὐτὸν τὸ πάνυ τοιοῦτον. ἐν μὲν δὴ τῇ τρίτῃ τῶν ἡμερῶν ἐφαίνετο σαφῶς ἤδη τὸ τοῦ νοσήματος ὀλέθριον, οὐ μὴν ὁπότε γε τεθνήξεται δῆλον ἦν. ἐν δὲ τῇ τετάρτῃ τῶν ἡμε- ρῶν τῶν μελάνων οὔρων διαμεινάντων καὶ τῶν παροξυσμῶν ἐν ταῖς ἀρτίαις γενομένων, εἰ μὲν τῇ ἡλικίᾳ καὶ τῇ ῥώμῃ τῶν δυνάμεων ἀντεῖχεν, εἰκὸς ἦν ἄχρι τῆς ὀγδόης ἐξαρκέσαι τὸν ἄρρωστον· εἰ δὲ μή, κατὰ τὴν ἕκτην τεθνήξεσθαι. τῆς πέμπτης δ' ἐπὶ τοῖς εἰρημένοις αἵματός τε στάξιν ἀκράτου σχούσης καὶ δηλονότι τοὺς ψυχροὺς ἱδρῶτας, οὓς διὰ παντὸς τοῦ νοσήματος ἔφη γενέσθαι, προσεδόκησεν ἄν τις εὐλόγως μὴ δυνηθήσεσθαι τὸν κατὰ τὴν ἕκτην ἡμέραν ἐσόμενον παροξυσμὸν ὑπομεῖναι τὸν κάμνοντα. ταῦτα δ' οὖν ἀκόλουθα φαίνεται τοῖς καθόλου περὶ κρισίμων ἡμερῶν καὶ οὔρων καὶ ἱδρώτων εἰρημένοις ἐπί τε τῶν κρισίμων συμπτωμάτων καὶ πρὸς αὐτοῖς καὶ τῶν περὶ δυσπνοίας τε καὶ παραφροσύνης. εἰρηκὼς