Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

μὲν καὶ τεταρταῖοι ϲαφῶϲ εἰϲ ἀπυρεξίαν λήγουϲι, τοὺϲ δ’ ἡμι- τριταίουϲ ἔνιοι μὲν ἐν ἀμφοτέραιϲ ἄγουϲι ταῖϲ διαφοραῖϲ, ἔνιοι δὲ κατὰ τὴν ἑτέραν μόνην, τὴν τῶν [μὴ] ληγόντων εἰϲ ἀπυρεξίαν. ἐὰν δ’ ἐννοήϲῃϲ, ὅτι, καθάπερ ἐπὶ τῶν καθ’ ἑκάϲτην ἡμέραν παροξυ- νομένων ἐνίουϲ μὲν εἰϲ ἀπυρεξίαν ἔφην λήγειν, ἐνίουϲ δ’ εἰϲ ἔνδοϲιν, οὕτω καὶ τῶν διὰ τρίτηϲ ἢ διὰ τετάρτηϲ τίϲ ἐϲτι διαφορά, γνώϲῃ ϲαφῶϲ οὐ περὶ πράγματοϲ εἶναι τὴν ζήτηϲιν, ἀλλὰ ϲημαινο- μένου πρὸϲ τῆϲ ἡμιτριταίου φωνῆϲ. τούϲ γε μὴν διὰ τετάρτηϲ παροξυνομένουϲ ἴϲμεν εἰϲ ἀπυρεξίαν λήγονταϲ ὡϲ τὸ πολύ, καὶ ϲπα- νιώτατά τιϲ ὤφθη τῶν διὰ τετάρτηϲ παροξυνομένων μὴ λήγων εἰϲ ἀπυρεξίαν. οὐ μὴν ἐπί γε τῶν διὰ τρίτηϲ ὁμοίωϲ ἔχει, πάμ- πολλαι γάρ εἰϲι διαφοραί. ἐν τούτοιϲ μὲν οὖν, ὡϲ ἔφην, οὐ περὶ πράγματοϲ, ἀλλὰ περὶ ϲημαινομένου καὶ ὀνόματόϲ ἐϲτιν ἡ ζήτηϲιϲ, οὕϲτιναϲ τῶν προειρημένων πυρετῶν ὀνομάζειν προϲήκει τριταί- ουϲ, ἡμιτριταίουϲ καὶ τριταιοφυεῖϲ. ὅταν δὲ καὶ πεμπταί- ουϲ ἢ ἑβδομαίουϲ ἢ ἐναταίουϲ λέγῃ τινὰϲ εἶναι πυρετούϲ, οὐ περὶ ὀνόματόϲ ἐϲτι καὶ ϲημαινομένου ζήτηϲιϲ, ἀλλὰ περὶ πράγ- ματοϲ. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν οὐδέποτέ φαϲιν ἑωρακέναι τῆϲ τετάρτηϲ ἡμέραϲ ἐξωτέρω προιοῦϲαν οὐδεμίαν περίοδον, ἔνιοι δέ φαϲιν, ὥϲπερ καὶ Ἱπποκράτηϲ. ἐγὼ δὲ καὶ αὐτὸϲ ἐκ μειρακίου μέχρι δεῦρο παραφυλάττων, ἑβδομαίαϲ ἢ ἐναταίαϲ οὐδ’ ὅλωϲ εἶδον οὔτε ϲαφεῖϲ οὔτ’ ἀμφιβόλουϲ, πεμπταίαϲ δὲ περιόδουϲ ἐθε- αϲάμεθα ἀμφιβόλουϲ, οὐ μὴν ἀκριβεῖϲ γε καὶ ϲαφεῖϲ, ὡϲ ἀμφημερινὰϲ καὶ τριταίαϲ καὶ τεταρταίαϲ. οὐ μὴν οὐδὲ λογικῆϲ ἀποδείξεωϲ ἡγοῦμαι δεῖϲθαι τὸ πρᾶγμα τὴν κρίϲιν ἐκ πείραϲ λαμβάνον. εἰ μὲν γὰρ ἀκρι- βῶϲ ἑώρακέ τιϲ πολλάκιϲ ἤτοι δι’ ἑβδόμηϲ ἢ ἐνάτηϲ ἡμέραϲ τοὺϲ παροξυϲμοὺϲ γιγνομένουϲ (οὐ γὰρ δεῖ δὶϲ ἢ τρίϲ), εἴη ἂν οὗτοϲ πε- πειϲμένοϲ εἶναί τιναϲ καὶ τοιαύταϲ περιόδουϲ. εἰ δ’ οὐχ ἑώρακεν ἐκ νεότητοϲ εἰϲ γῆραϲ ἐπεϲκεμμένοϲ ἀρρώϲτουϲ οὕτω πυρέττονταϲ παμ- πόλλουϲ, εὔδηλον αὐτῷ τοῦτο πάλιν, ὡϲ οὐ γίνονται περίοδοι τοιαῦ- ται. πρὸϲ δ’ οὖν τὸν Ἱπποκράτην τάχα καὶ λογικὴν ἄν τιϲ ἀπό- δειξιν εἴποι, καθάπερ ὁ Διοκλῆϲ. “ἐπὶ τίϲι γὰρ ἐρεῖϲ [τίϲι] ϲηπε-