Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

μένα τῷ περιέχοντι πρὸϲ τῷ μηδὲν ἀδικεῖϲθαι γίνεται βελτίω τῆϲ ἀμετρίαϲ κολαζόμενα. “τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἐϲτὶν ἰάματα.” ταῖϲ οὖν θερμαῖϲ καὶ ξηραῖϲ κράϲεϲιν ἡ ὑγρὰ καὶ ψυχρὰ κατάϲταϲιϲ ὠφέλειαν μᾶλλον ἢ βλάβην παρέχει, διὰ τῆϲ εἰϲ τοὐναντίον ἀγωγῆϲ μεϲότητα κράϲεωϲ ἐργαζομένη. καὶ τοῦτό ἐϲτιν αἴτιον τοῦ μὴ νοϲεῖν ἅπανταϲ ἐν ταῖϲ δυϲκράτοιϲ καταϲτάϲεϲιν. ἐὰν οὖν τιϲ τοῦτο γινώϲκῃ, τὴν ὑγείαν φυλάξει, τοῖϲ ϲώμαϲι τἀναντία διαιτήματα προϲάγων. ἐὰν γὰρ ὑγρὸν καὶ ψυχρὸν ᾖ τὸ περιέχον, ἡμᾶϲ δεήϲει θερμαίνειν τὰ ϲώματα, καὶ μάλιϲθ’ ὅϲα ψυχρότερά τέ ἐϲτι καὶ ὑγρότερα. γυμνάϲιά τε οὖν πλείω τοῖϲ τοιούτοιϲ ὠφέλιμα καὶ οἶνοϲ ὀλίγοϲ τῇ θερμοτέρᾳ φύϲει τῶν ὑγρῶν ἑλκτικὸϲ ἐδέϲματά τε ἐκθερμαίνοντα. καὶ μέντοι καὶ τὸ καθ’ ἕκαϲτον αὐτῶν ποϲὸν ἔκ τε τῆϲ τοῦ ϲώματοϲ κράϲεωϲ εἰϲόμεθα καὶ τῆϲ τοῦ περιέχοντοϲ, ἐφ’ ὅϲον ἑκάτερον ἐκτέτραπται τῆϲ εὐκραϲίαϲ ἐπιϲκοπούμενοι. κατὰ γὰρ τὸ μέγεθοϲ τῆϲ ἐκτροπῆϲ καὶ τὸ ποϲὸν τῆϲ διαίτηϲ ὑπαλλακτέον, οἷον εἴ τί ἐϲτι ϲῶμα τῆϲ εὐκραϲίαϲ ἐπὶ πλεῖϲτον ἀποκεχωρηκὸϲ πρὸϲ ὑγρότητά τε καὶ ψυχρότητα, τοῦτο κατὰ τὴν προκειμένην κατάϲταϲιν ἐπὶ πλέον αὐτοὶ ξηρανοῦμέν τε καὶ θερμανοῦμεν. εἰ δὲ μετρίωϲ εἴη τοιοῦτον, ἄλογον ἂν εἴη ἐϲχάτωϲ αὐτὸ τοῦτο ποιεῖν [ἀναλόγωϲ ἂν]. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ τῶν ξηρῶν καὶ θερμῶν ϲωμάτων οὐ χρὴ τὰ διαιτήματα ϲφοδρῶϲ εἶναι θερμὰ καὶ ξηρά (παρ’ ἑαυτῶν γὰρ ἔχει τοῦτο)· ϲκοπεῖϲθαι δὲ μόνον, ὁπόϲον τὸ περι- έχον ἐκτέτραπται τῆϲ προϲηκούϲηϲ εὐκραϲίαϲ. εἰ μὲν γὰρ ὀλίγον, οὐδ’ ὅλωϲ ὑπαλλάξομεν τὴν μέϲην δίαιταν ἐπὶ τῶν θερμῶν καὶ ξηρῶν ϲω- μάτων· εἰ δ’ ἐπὶ πλέον, ἀρκέϲει τὸ μετρίωϲ ὑπαλλάξαι. ταῦτ’ οὖν ὅϲτιϲ ἐϲτὶν ἐπιϲτάμενοϲ, τὰϲ αἰτίαϲ τῆϲ ἑκάϲτου τῶν νοϲημάτων γενέ- ϲεωϲ ἐν ἑκάϲτῃ καταϲτάϲει φυλάξει. Κόιντοϲ δὲ τοῖϲ ἐμπειρικοῖϲ ὁμοίωϲ ἀρνούμενοϲ ἐπίϲταϲθαι τῶν οὕτωϲ γινομένων παθῶν τὰϲ αἰτίαϲ, ἀναφέρων δ’ εἰϲ πεῖραν μόνην αὐτὰϲ τῶν προϲηκόντων βοηθημάτων τῆϲ εὑρέϲεωϲ ἠπόρει, καίτοι δι’ αὐτὸ τοῦτο χρηϲίμηϲ οὔϲηϲ ἐγνῶϲθαι τῆϲ γενέϲεωϲ τῶν ἐπιδημίων νοϲημάτων. ἐπιϲκεψώμεθα οὖν ἡμεῖϲ τὴν προκειμένην κατάϲταϲιν, ἀναλαβόντεϲ ἐξ ἀρχῆϲ. ἐγένετο δή, καθάπερ