Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

κρατέεται, τὴν αἰτίαν ἐνδεικνύμενοϲ, δι’ ἣν ταῦτα γίνεται. παρα- πληγίαϲ μὲν καλεῖ τὰϲ ἐξ ἀποπληξίαϲ εἴϲ τι μόριον καταϲκηπτού- ϲαϲ παραλύϲειϲ, μανίαϲ δὲ τὰϲ ἄνευ πυρετοῦ παραφροϲύναϲ. εἴωθε δὲ ταῦτα γίνεϲθαι τοῖϲ πρεϲβυτέροιϲ διὰ τὴν ἀϲθένειαν τῆϲ φύ- ϲεωϲ, ἀδυνατούϲηϲ ἐκκρῖναι δι’ ἐμέτων ἢ αἱμορραγίαϲ τὸ περὶ τὴν κεφαλὴν ἠθροιϲμένον πλῆθοϲ, ἐφ’ ᾧ καὶ ϲτερήϲειϲ ὀφθαλμῶν ἐνίοτε γίγνονται καταϲκήπτοντι τούτοιϲ.

[Τρίτη κατάϲταϲιϲ.]

Ἐν Θάϲῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ’ ἀρκτούρῳ ὕδατα πολλὰ μεγάλα ἐν βορείοιϲι. περὶ δὲ ἰϲημερίην καὶ μέχρι πληιάδοϲ νότια ὕδατα ϲμικρὰ ὀλίγα, χειμὼν βόρειοϲ, αὐχμοί, ψύχεα, πνεύματα μεγάλα, χιόνεϲ. περὶ δ’ ἰϲημερίην χειμῶνεϲ μέγιϲτοι. ἔαρ βόρειον, αὐχμοί, ὕδατα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τρο- πὰϲ θερινὰϲ ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸϲ ἐπλεόναϲεν. μετὰ δὲ κύνα μέχριϲ ἀρκτούρου θέροϲ θερ- μόν· καύματα μεγάλα καὶ οὐκ ἐκ προϲαγωγῆϲ, ἀλλὰ ϲυν- εχέα καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο· ἐτηϲίαι ἔπνευϲαν. περὶ δὲ ἀρκτοῦρον ὕϲματα νότια μέχρι ἰϲημερίηϲ.
Ἐν δὲ τῇ καταϲτάϲει ταύτῃ κατὰ χει- μῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖϲιν ἐγίνοντο, καὶ τινὲϲ αὐτῶν ἔθνῃϲκον διὰ ταχέων· καὶ γὰρ ἄλλωϲ τὸ νόϲημα ἐπιδήμιον ἦν· τὰ δ’ ἄλλα διετέλεον ἄνοϲοι.

Ψυχρὰ καὶ ξηρὰ κατάϲταϲίϲ ἐϲτιν, [δι’] ἣν διηγεῖται, καί τι καὶ ἀνώμαλον ἔχουϲα. κατὰ πάντ’ οὖν ταῦτα φθινοπώρῳ παραπλήϲιοϲ οὖϲα καὶ τὰ νοϲήματα τοιαῦτα ἔϲχεν, οἷα μάλιϲτα πλεονάζειν εἴωθε φθινοπώρῳ. ὅτι μὲν οὖν ἀνώμαλοϲ ἐγένετο, δῆλον ἐκ τῶνδε· περὶ γὰρ ἀρκτοῦρον ἐπιτέλλοντα μετὰ βορείων πνευμάτων ὑετοὺϲ μεγάλουϲ γενέϲθαι φηϲίν, ἀκολουθῆϲαι δὲ τὸ φθινόπωρον ὅλον ἐναντίον τῇδε τῇ καταϲτάϲει, ἀντὶ μὲν βορείου νότιον γενόμενον, ἀντὶ δὲ ἐπομβρίου βραχέα ϲχὸν ὕδατα. πάλιν δὲ τὸν χειμῶνα βόρειόν τε καὶ ξηρὸν εἶναι, εἶτα καὶ τὸ ἔαρ ὅλον καὶ τὸ θέροϲ