Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

ἡ ζέϲιϲ γένηται τῆϲ χολῆϲ. ὅταν δ’ εἰϲ τὰ ϲτερεὰ μόρια τοῦ ϲώματοϲ ἀφικνῆται καὶ δι’ αὐτῶν φέρηται, ῥῖγοϲ ἐργάζεται. κατὰ δὲ τὸν ἐγκέ- φαλόν τε καὶ τὰϲ μήνιγγαϲ ϲτηριχθεῖϲα τὰϲ φρενίτιδαϲ ἐργάζεται. πρὶν δὲ ϲτηριχθῆναι, διαρρέουϲα κατὰ τὰϲ ἐν αὐταῖϲ φλέβαϲ, οὐ φρε- νίτιδαϲ, ἀλλὰ τὰϲ ἐν ταῖϲ ἀκμαῖϲ τῶν πυρετῶν ἐπιφέρει παραφρο- ϲύναϲ. ἡ τοίνυν ἔμπροϲθεν ἐν ταῖϲ κάτω φλεψὶ τὸν καῦϲον εἰργα- ϲμένη χολὴ κατὰ τὴν ἀπ’ ἀρκτούρου μέχρι τῆϲ ἰϲημερίαϲ νότιον κατάϲταϲιν εἰϲ τὴν κεφαλὴν ἀναπεμφθεῖϲα καὶ ϲτηριχθεῖϲα κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰϲ μήνιγγαϲ ἐγέννηϲε τὰϲ φρενίτιδαϲ.

Ἐγένοντο δὲ καὶ κατὰ τὸ θέροϲ ὀλίγοι.

Ὀλίγουϲ φηϲὶ κατὰ τὸ θέροϲ γεγονέναι φρενιτικούϲ· τὸ μὲν γὰρ ἄχρι κυνὸϲ αὐτοῦ μέροϲ ψυχρὸν ἦν, τὸ δὲ μέχριϲ ἀρκτούρου θερμὸν καὶ ξηρόν, ὥϲτ’ οὐκ ἠδυνήθη πληρῶϲαι τοῦτο με- ταξὺ τὴν κεφαλήν, ὥϲπερ οὐδ’ ὁ περὶ τὸν ἀρκτοῦρον ἄχρι τῆϲ ἰϲη- μερίαϲ γενόμενοϲ νότοϲ. οὔτε γὰρ ὑγρὸν ἦν οὔτε νότιον οὔτε πολυ- χρόνιον τὸ μεταξὺ κυνόϲ τε καὶ ἀρκτούρου. ἐρρέθη δ’ ἀρτίωϲ, ὅτι χολῆϲ πολλῆϲ ἐνεχθείϲηϲ ἐν τοῖϲ κατὰ τὸν ἐγκέφαλον χωρίοιϲ καὶ φρενίτιδεϲ ἐγένοντο.

Καὶ τοῖϲι μὲν καυϲώδεϲιν ἀρχο- μένοιϲιν ἐπεϲήμαινεν, [ἐν] οἷϲ τὰ ὀλέθρια ϲυνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοιϲι πυρετὸϲ ὀξύϲ, ϲμικρὰ ἐπερρί- γουν, ἄγρυπνοι, ἀδήμονεϲ, διψώδειϲ, ἀϲώδεεϲ, ϲμικρὰ ἐφιδροῦντεϲ περὶ μέτωπον καὶ κληῖδαϲ, [αὖθιϲ] οὐδεὶϲ διόλου, πολλὰ παρέλεγον, φόβοι, δυϲθυμίαι, ἄκρεα περί- ψυχρα, πόδεϲ ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖραϲ· οἱ παρο- ξυϲμοὶ ἐν ἀρτίῃϲι· τοῖϲ δὲ πλείϲτοιϲι τεταρταίοιϲιν οἱ πόνοι μέγιϲτοι καὶ ἱδρῶτεϲ ἐπὶ πλεῖϲτον ὑπόψυχροι καὶ