Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

ϲτάϲεωϲ. ἅπαντα γὰρ ταῦτα τὰ νοϲήματα, περὶ ὧν ὁ λόγοϲ αὐτῷ νῦν ἐϲτιν, ἤκμαϲε μάλιϲτα καὶ κατὰ τὸ δεύτερον φθινόπωρον, εἶτα τινὰ μὲν αὐτῶν ἐπαύϲατο χειμῶνοϲ ἀρχομένου, τινὰ δὲ καὶ μέχρι πλεί- ονοϲ ἐπετάθη. τὸ δ’ ἄτακτον αὐτῶν καὶ ὑποϲτροφῶδεϲ ἐπὶ τῇ ψυχρότητι δηλονότι καὶ τῷ πλήθει τῶν ἐργαζομένων τὰ νοϲήματα χυμῶν εἰκότωϲ ἀπήντηϲε, διὸ καὶ ϲυμπεϲεῖν φηϲιν ὁμοίωϲ αὐτὰ τοῖϲ περιγενομένοιϲ καὶ τοῖϲ οὔ.

Ὁμοίωϲ δὲ ταῦτα ϲυνέπιπτε τοῖϲ περιγενομένοιϲι καὶ τοῖϲιν οὔ. πολλῆϲ δέ τινοϲ γινο- μένηϲ ἀκριϲίηϲ καὶ ποικίληϲ ἐπὶ τῶν νοϲημάτων καὶ μεγίϲτου μὲν ϲημείου καὶ κακίϲτου διὰ τέλεοϲ παρεπο- μένου τοῖϲ πλείϲτοιϲ ἀποϲίτοιϲ εἶναι πάντων γευμάτων, μάλιϲτα δὲ τούτων, οἷϲι καὶ τὰ ἄλλα ὀλεθρίωϲ ἔχοι, διψώδεεϲ [δὲ] οὐ λίην ἀκαίρωϲ ἦϲαν ἐπὶ τοῖϲι πυρετοῖϲι τούτοιϲιν.

Ὅτι τὸ “ἐρρῶϲθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸϲ τὰϲ προϲφο- ρὰϲ ἀγαθόν” ἐϲτι μέγιϲτον ἑτέρωθι πρὸϲ αὐτοῦ λέλεκται κἀν τῷ καθόλου καὶ νῦν καὶ διά τινοϲ τῶν κατὰ μέροϲ παραδείγματοϲ ἐπι- ϲτώθη. τὸ δὲ μὴ λίαν αὐτοὺϲ διψώδειϲ εἶναι τῇ ποιότητι τῶν πλεοναζόντων χυμῶν εἰκότωϲ ἠκολούθηϲεν.

Γενομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆϲ ϲυντήξεωϲ, ἐπὶ τούτων ἀποϲτάϲιεϲ ἐγίνοντο ἢ μείζουϲ, ὥϲτε ὑποφέρειν μὴ δύ- ναϲθαι, ἢ μείουϲ, ὥϲτε μηδὲν ὠφελέειν, ἀλλὰ ταχὺ πα- λινδρομέειν καὶ ξυνεπείγειν ἐπὶ τὸ κάκιον.

Ὅταν τὸ πλῆθοϲ ᾖ πολὺ χυμῶν ἀπέπτων, αἱ ἀποϲτάϲειϲ γί- νονται· εἰ μὲν ϲμικραὶ εἶεν αἱ ἀποϲτάϲειϲ, οὐδὲν ὠφελοῦϲιν, εἰ δὲ μεγάλαι, φέρειν αὐτὰϲ ἡ δύναμιϲ οὐ δύναται. ὅτι δὲ καὶ νῦν τὰϲ κατ’ ἔκρουν κενώϲειϲ ἀποϲτάϲειϲ ὀνομάζει, διὰ τῆϲ ἐπιφερομένηϲ ῥήϲε- ωϲ ϲαφῶϲ ἐδήλωϲεν.