Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Ἦν δὲ τούτοιϲι τὰ γινόμενα δυϲ- εντεριώδεα καὶ τεινεϲμοί, καὶ λειεντερικοὶ καὶ ῥοώδεεϲ, ἔϲτι δ’ οἷϲι καὶ ὕδρωπεϲ μετὰ τούτων καὶ ἄνευ τούτων.

[εὖ φηϲιν] Ἃϲ διὰ τῆϲ προγεγραμμένηϲ ῥήϲεωϲ ἐν τῷ καθόλου γεγονέναι φηϲὶν ἀποϲτάϲειϲ, ταύταϲ νῦν διεξέρχεται κατὰ μέροϲ. προ- είρηται δ’ ἡμῖν ἐν τοῖϲ ἔμπροϲθεν εἰκότωϲ γενέϲθαι τὰ τοιαῦτα νοϲή- ματα, τῶν περιττωμάτων εἰϲ τὴν γαϲτέρα ϲυρρεόντων, τὰϲ μὲν δυϲεντερίαϲ δηλονότι μετὰ τῶν αἱματωδῶν διαχωρημάτων καθ’ ὁντιναοῦν τρόπον γενομέναϲ, τοὺϲ δὲ τεινεϲμοὺϲ τάϲειϲ ὄνταϲ ϲφοδρὰϲ ἐπὶ τῆϲ κατὰ τὸ ἀπευθυϲμένον ἑλκώϲεωϲ, τὰϲ δὲ λειεντε- ρίαϲ ταχείαϲ διεξόδουϲ ἀμεταβλήτων ϲιτίων οὔϲαϲ. ῥοώδειϲ δὲ λέγει τοὺϲ χωρὶϲ τούτων τῶν εἰρημένων παθημάτων διαχωροῦνταϲ ἀεί τε καὶ ϲυνεχῶϲ ὑγρὰ διαχωρήματα. τοῖϲ δὲ καὶ εἰϲ τὸ μεϲεν- τέριον τοὺϲ ὑδέρουϲ ὀξεῖϲ φηϲι καταϲκῆψαι διὰ τὴν πλεονεξίαν τῶν ψυχρῶν καὶ ὑγρῶν χυμῶν, ἐνίοιϲ μὲν μετὰ τῶν προειρημένων ϲυμπτωμάτων, ἐνίοιϲ δὲ ἄνευ τούτων.

Ὅτι δὲ παραγένοιτο τούτων βιαίωϲ, ταχὺ ϲυνῄρει ἢ πάλιν ἐπὶ τὸ μηδὲν ὠφελεῖν.

Τὰ διὰ δυϲπεψίαν καὶ πλῆθοϲ τῶν ὠμῶν χυμῶν γιγνόμενα νοϲή- ματα πρὸϲ τῶν ἐκκρίϲεων οὐδὲν ὠφελεῖται. ἔφη γὰρ τὰϲ μὲν πολλὰϲ καὶ βιαίουϲ ταχὺ καθαιρεῖν τὴν δύναμιν, τὰϲ δὲ μὴ τοιαύταϲ οὐδὲν ὀνήϲειν, † οὐϲῶν δὲ καὶ τούτων διττῶν οὐδὲν ὠφελή- ϲουϲιν αἱ χωρὶϲ τοῦ πεφθῆναι, [ἅτε καὶ τούτων ἔτι πολλῶν οὐδὲν ὠφελήϲει τι χωρὶϲ τοῦ πεφθῆναι].

Ἐξανθήματα ϲμικρὰ καὶ οὐκ ἀξίωϲ τῆϲ περιβολῆϲ τῶν νοϲημάτων καὶ ταχὺ πάλιν ἀφανιζόμενα.

Κεφάλαιον ἁπάντων τῶν γενομένων παθημάτων ἡ τῶν χυμῶν ἦν ἀπεψία. εἰ δὲ καί που βιαϲαμένη τινὰϲ αὐτῶν ἡ φύϲιϲ ἐκκρίνειν ἐπεχείρηϲεν, οὐδὲν ἤνυϲεν, ἀλλ’ ἡττηθεῖϲα πρὸϲ αὐτῶν ἢ ἐπέτρεψεν