Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

διαπνεόμενοι, διότι καὶ ψυχρότεροι ταῖϲ κράϲεϲίν εἰϲιν. καὶ διὰ τὴν αὐτὴν αἰτίαν καὶ γυναῖκαϲ διὰ τὴν ἔμμηνον κάθαρϲιν ἧϲϲον ἠδίκηϲεν ἡ κατάϲταϲιϲ, ὡϲ ἔμπροϲθεν εἶπεν, αἱ δ’ ἀποθανοῦϲαι ἐκ τούτου τοῦ εἴδουϲ ἦϲαν. λοιπὸν οὖν ἐϲτιν ἐπιϲκέψαϲθαι περὶ τῶν ἰϲχνο- φώνων καὶ τραχυφώνων καὶ τραυλῶν καὶ ὀργίλων, καὶ πρῶ- τον μὲν περὶ τῶν πρῶτον γεγραμμένων, τῶν ἰϲχνοφώνων. εἰ μὲν οὖν οὕτωϲ εἴη γεγραμμένον, τοὺϲ ἰϲχνοὺϲ τὴν φωνὴν ἂν ἀκού- οιμεν· ἰϲχνόφωνοι γὰρ ἔτι καὶ νῦν λέγονταί τινεϲ, ὥϲπερ γε καὶ λεπτόφωνοι. ταὐτὸ μὲν οὖν ἑκατέρου τοῦ ὀνόματοϲ ϲημαίνοντοϲ, διαφέρουϲιν οὗτοι τῶν ἰϲχοφώνων, ὡϲ ἐν τοῖϲ Περὶ φωνῆϲ εἴρηται, καὶ δέδεικται γίνεϲθαι τοὺϲ μὲν λεπτοφώνουϲ διὰ τὴν ϲτενότητα τῆϲ τραχείαϲ ἀρτηρίαϲ τοῦ λάρυγγοϲ, τοὺϲ δὲ ἰϲχομένουϲ τὴν φωνὴν διὰ τὴν φυϲικὴν μοχθηρίαν τῶν κινούντων τὸν λάρυγγα μυῶν. ἑκάτεροι δὲ δι’ ἀρρω- ϲτίαν τῆϲ ἐμφύτου θερμαϲίαϲ ἀποτελοῦνται τοιοῦτοι κατὰ τὴν πρώτην διάπλαϲιν. ὥϲπερ δ’ ἐν τοῖϲ τὸν λάρυγγα κινοῦϲι μυϲὶ φαυλότερον ἐξ ἀρχῆϲ οἱ ἰϲχόφωνοι διεπλάϲθηϲαν, οὕτωϲ ἐν τοῖϲ τὴν γλῶτταν οἱ τραυλοί. καὶ μέντοι τραχύφωνοι γίνονται διὰ τὴν τραχύτητα τῶν φωνητικῶν ὀργάνων. ὀνομάζω δ’ ὄργανα φωνητικὰ δι’ ὧν ἐκ- πεμπομένου τοῦ πνεύματοϲ φωνὴ γίνεται. ταῦτα δ’ ἐϲτὶν ἡ τραχεῖα ἀρτηρία καὶ ἡ φάρυγξ καὶ ὁ λάρυγξ, οἷον πλῆκτρον τοῦ φερομένου δι’ αὐτοῦ πνεύματοϲ. ἐδείχθη γὰρ οὗτοϲ ὄργανον ὢν φωνῆϲ, ὡϲ διαλέξεωϲ γλῶττα. βραχὺ δὲ πρὸϲ γένεϲιν φωνῆϲ καὶ ἡ φάρυγξ ϲυν- τελεῖ, δαϲεῖαν αὐτὴν ἐργαζομένη. ταῦτ’ οὖν τὰ ὄργανα λεῖα μὲν ὄντα