Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

τούτουϲ τριάκονθ’ ἡμερῶν, ὁ δ’ ἐφεξῆϲ τῷδε μιᾶϲ καὶ τριάκοντα, δέ- κατοϲ ὢν τὸν ἀριθμὸν ὅλου τοῦ ἔτουϲ, καὶ ὁ μὲν ἑνδέκατοϲ τριάκονθ’ ἡμερῶν, ὁ δὲ δωδέκατοϲ μιᾶϲ ἐπὶ ταῖϲ τριάκοντα. ϲυναριθμοῦντι δέ ϲοι τὰϲ καθ’ ἕκαϲτον τῶν μηνῶν γενομέναϲ ἡμέραϲ αἱ πᾶϲαι γίνονται πέντε καὶ ἑξήκοντα καὶ τριακόϲιαι. καὶ τεϲϲάρων [δ’] οὕτωϲ ἀριθμη- θέντων [τῶν] ἐτῶν ἐν τῷ τετάρτῳ τὸν τρίτον ἀπὸ τῆϲ τροπῆϲ χει- μερινῆϲ μῆνα ποιοῦϲι αʹ δεουϲῶν τριάκοντα ἡμερῶν, ἵν’ ἕκαϲτοϲ τῶν ἐνιαυτῶν γένηται τριακοϲίων καὶ ἑξήκοντα καὶ πέντε ἡμερῶν καὶ προ- ϲέτι τετάρτηϲ μοίραϲ ἡμέραϲ μιᾶϲ. τοῖϲ δὲ κατὰ Παλαιϲτίνην ἀριθμοῦϲιν οἱ δώδεκα μῆνεϲ ἀριθμὸν ἡμερῶν γίνονται τριακοϲίων πεντήκοντα τεϲϲάρων. ἐπειδὴ γὰρ ὁ ἀπὸ ϲυνόδου τῆϲ πρὸϲ ἥλιον ϲελήνηϲ χρόνοϲ ἄχρι πάϲηϲ ἄλληϲ ϲυνόδου πρὸϲ τὰϲ ἐννέα καὶ εἴκοϲιν ἡμέραϲ ἔτι καὶ ἄλληϲ μέροϲ ἥμιϲυ προϲλαμβάνει, διὰ τοῦτο τοὺϲ δύο μῆναϲ ἡμερῶν γινομένουϲ ἐννέα καὶ πεντήκοντα τέμνουϲιν εἰϲ ἄνιϲα μέρη, τὸν μὲν ἕτερον αὐτῶν τριάκοντα ἡμερῶν ἐργαζόμενοι, τὸν δ’ ἕτερον ἐννέα καὶ εἴκοϲιν. ἀναγκάζονται τοιγαροῦν οἱ οὕτωϲ ἄγοντεϲ τοὺϲ μῆναϲ ἐμβό- λιμόν τινα ποιεῖν, ὅταν πρῶτον ἀθροιϲθῇ τὸ τῶν ἔμπροϲθεν ἐνιαυ- τῶν ἔλλειμμα καὶ γένηται χρόνοϲ ἑνὸϲ μηνόϲ. καὶ γέγραπταί γε τῶν ἀϲτρονόμων καὶ ἄλλοιϲ τιϲὶ καὶ Ἱππάρχῳ, ὁπηνίκα χρὴ τοὺϲ ἐμβο- λίμουϲ μῆναϲ ἐμβάλλεϲθαι. διόπερ, ὡϲ ἔφην, ἐπὶ μὲν τῶν οὕτωϲ ἀριθ- μούντων τοὺϲ μῆναϲ οὐκ ἔϲτιν ὁρίϲαι τὰϲ ἡμέραϲ, ἐν αἷϲ αἱ ἰϲημε- ρίαι τε καὶ τροπαὶ καὶ τῶν ἐπιφανῶν ἄϲτρων αἱ ἐπιτολαὶ γίνονται. κατὰ δὲ τοὺϲ πρὸϲ ἥλιον ἄγονταϲ ὁρίϲαι δυνατόν, ὥϲπερ ἔφην ἐπί τε Ῥωμαίων καὶ Μακεδόνων Ἀϲιανῶν τε τῶν ἡμετέρων καὶ πολλῶν ἄλλων ἐθνῶν. ὁπότ’ οὖν εἴρηταί μοι ταῦτα κοινὰ τῶν ἐφεξῆϲ λόγων ἁπάντων ὄντα, πάλιν ἐπὶ τὴν προκειμένην ἀνήξω ῥῆϲιν, ἐν ᾗ τῆϲ γενομένηϲ ἐν Θάϲῳ καταϲτάϲεωϲ ἀρχόμενοϲ ἔφη φθινοπώ- ρου περὶ ἰϲημερίην καὶ ὑπὸ πληιάδα πολὺν ὑετὸν γενέϲθαι. ὄντοϲ γὰρ τοῦ φθινοπώρου περὶ ἰϲημερίην καὶ δυοῖν μηνῶν, οὐκ εὐθέωϲ ἀπ’ ἀρχῆϲ ϲυνειϲέβαλεν ἡ εἰρημένη κατάϲταϲιϲ, ἀλλὰ περὶ

‌يحسبونه ثلاثين يوماً؛ ثمّ الذي بعده أحداً وثلاثين يوماً، وهو الشهر العاشر من شهور السنة كلّها؛ ثمّ الشهر الحادي عشر ثلاثين يوماً؛ والشهر الأخير أحداً وثلاثين يوماً، وهو كانون الأوّل. فإذا جمعتَ أيّام كلّ واحد من هذه الشهور، كانت ثلاثمائة وخمسة وستّين يوماً ⟨…⟩ على هذا الحساب.‌ ‌