Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

περὶ τῶν περιόδων. ἀλλ’ ὅμωϲ οὐδαμόθι γοῦν ἐμνημό- νευϲε πεμπταίαϲ ἢ ἑβδομαίαϲ ἢ ἐναταίαϲ, οὐ μόνον κατὰ τὸ Προγνωϲτικόν τι εἰπών, ἀλλ’ οὐδὲ κατὰ τοὺϲ Ἀφοριϲμούϲ, καίτοι κατὰ μὲν τὸ Προγνωϲτικὸν εἰπών· “γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάϲταϲιϲ ἐκ τούτου τοῦ κόϲμου”, κατὰ δὲ τοὺϲ Ἀφοριϲμούϲ· “τριταῖοϲ ἀκριβὴϲ κρίνεται ἐν ἑπτὰ περιόδοιϲιν.” δυνατὸν οὖν ἦν αὐτῷ καὶ περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ ἐναταίου τὴν αὐτὴν ἀπόφαϲιν ποιήϲαϲθαι, τὴν λέξιν ὡδί πωϲ γράψαντι· “γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάϲταϲιϲ κατὰ τὸν αὐτὸν τρόπον καὶ πεμπταίων καὶ ἑβδομαίων καὶ ἐναταίων ἐκ ταὐτοῦ κόϲμου.”

ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΩΙ ΠΡΩΤΩΙ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΓΕΓΡΑΜΜΕΝΩΝ ΑΡΡΩΣΤΩΝ

Πρὸ τῆς τῶν κατὰ μέρος ἀρρώστων ἐξηγήσεως ἄμεινον εἶναί μοι δοκεῖ σαφηνείας τε καὶ συντομίας ἕνεκα κοινόν τινα περὶ πάντων αὐτῶν λόγον εἰπεῖν.

ἐδείχθη μοι καὶ κατ' ἄλλας μὲν πραγματείας, ἀλλὰ κἀν τῇ Τῆς θεραπευτικῆς μεθόδου σαφῶς διττὴ ἡ τῶν ζητουμένων εὕρε- σις οὖσα, μία μὲν ἡ διὰ τοῦ λόγου πρὸς τὴν γνῶσιν ἀφικνουμένη τοῦ καθόλου τε καὶ κοινοῦ παντὸς τῶν κατὰ μέρος εἴδους, ἄλλη δ' ἡ διὰ τῆς πείρας ἀπὸ τῶν κατὰ μέρος ἐπὶ τὸ κοινόν τε καὶ καθόλου παραγιγνομένη. καὶ τὰ μὲν συμπληροῦντα πᾶσαν τέχνην θεωρήματα λέγομεν πάντα εἶναι καθόλου, τὰς δὲ πράξεις τῶν τεχνιτῶν ἐπὶ τῶν ἀτόμων εἰδῶν γίγνεσθαι, δεῖσθαι δὲ τῆς ἐπ' αὐτῶν γυμνασίας καὶ τὸν τὰ καθόλου πρότερον εὑρόντα καὶ μέντοι καὶ πρὸς βεβαίωσιν αὐτῶν τῶν ηὑρημένων καθόλου χρήσιμα γίγνεσθαι τὰ κατὰ μέρος. ἔστι δὲ καὶ πρὸς τὴν τῶν μανθανόντων γνῶσιν οἷον παραδείγματα ταῦτα τῶν ἐπιτετραμμένων αὐτοῖς καθ- όλου θεωρημάτων. διὰ τοῦτο κἀγὼ κατὰ τὰς πραγματείας ἁπάσας, ἃς ἐποιησάμην, οὐ τὰ καθόλου μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος διῆλθον,

‌أمر الأدوار. ولم يذكر بتّة في موضع من مواضع «الدور الخماسيّ» ولا «السباعيّ» ولا «التساعيّ»، لا في كتاب تقدمة المعرفة ولا في كتاب الفصول، على أنّه قال في كتاب تقدمة المعرفة: «إنّ سكون حمّى الربع أيضاً يكون على هذا النظام»، وقال في كتاب الفصول: «إنّ حمّى الغبّ الخالصة يكون فيها البحران في سبعة أدوار»، وقد كان قادر أن يحكم بمثل هذا الحكم في «الحمّى الخماسيّة والسباعيّة والتساعيّة» فيقول: «إنّ سكون الحمّى الرباعيّة والخماسيّة والسباعيّة والتساعيّة يكون على هذا النظام».

في ذكر المرضى الذين وُصفت حالاتهم في المقالة الأولى من كتاب إفيذيميا:

إنّ الأبلغ عندي في إيضاح ما أريد شرحه ممّا وصف من حال أولائك المرضى وفي إيجاز القول فيه أن أقدّم قبل ذكر واحد ⟨واحد⟩ منهم كلاماً عامّاً في جمعهم.

فأقول إنّي قد بيّنت في كتابي في طريق الحيلة للبرء وفي غيره من كتبي أنّ استخراج ما يطلب ويبحث عنه من الأمور يكون على وجهين: أحدهما يكون بالقياس، فيوصل به إلى معرفة النوع الكلّيّ العامّ لجميع الأشياء الجزئيّة، والآخر يكون بالتجربة للأشياء الجزئيّة، حتّى يوصل بها إلى الأمر العامّ الكلّيّ. وإنّ جميع المعاني التي بها تقوم وتتمّ كلّ صناعة كلّها كلّيّة، فأمّا الأعمال التي يعملها كلّ واحد من أصحاب الصناعات فإنّما تكون في الأشياء الجزئيّة التي لا تنقسم. وإنّ الذي قد استخرج أوّلاً ووصف على الأمر العامّ قد يحتاج إلى الارتياض في تلك الأشياء الجزئيّة، وإنّه قد ينتفع بتصحيح تلك الأمور الكلّيّة التي قد استخرجت وتأكيدها بالأشياء الجزئيّة. وينتفع بها أيضاً في تفهّم ما يقصد المتفهّم لفهمه، إذ كانت تقوم له مقام المثال فتدلّه على الأمر العامّيّ الذي يشار له إليه.

ولذلك لم أقتصر في الكتب التي وصفتها على صفة الأمور الكلّيّة، حتّى وصّلت معها الأمور الجزئيّة،‌