Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Τοῖϲι δὲ καὶ μετὰ χρόνον φλεγ- μοναὶ μετ’ ὀδύνηϲ εἰϲ ὄρχιν ἑτερόρροποι, τοῖϲι δ’ εἰϲ ἀμφοτέρουϲ.

Τοῦ κατενεχθέντοϲ ἐκ τῆϲ κεφαλῆϲ εἰϲ τὸν πνεύμονα μέ- ροϲ τι κατὰ τὴν κοινωνίαν τῶν ὀργάνων εἰϲ τοὺϲ ὄρχειϲ ἀφί- κετο. λέλεκται δ’ αὐτῷ περὶ τῆϲ κοινωνίαϲ τῶν γεννητικῶν μορίων πρὸϲ τὰ κατὰ θώρακα δι’ ἑτέρων γραμμάτων. ἀλλὰ τοῦτό γε τὸ κατα- ϲκῆψαν εἰϲ τοὺϲ ὄρχειϲ κακοηθέϲτερον ἦν ἤδη, οὐκέθ’ ὅμοιον τῷ ἐξ ἀρχῆϲ, ὡϲ ἂν ἐν χρόνῳ πλείονι διαϲεϲηπὸϲ ἐν τοῖϲ κατὰ πνεύμονα χωρίοιϲ. εἰκότωϲ τοιγαροῦν αἱ κατὰ τοὺϲ ὄρχειϲ φλεγμοναὶ μετ’ ὀδύνηϲ ἐγένοντο καὶ οὐχ ὥϲπερ αἱ παρωτίδεϲ ἀνώδυνοι. τοῦ δ’ ἤτοι τὸν ἕτερον ὄρχιν ἢ ἀμφοτέρουϲ δέξαϲθαι τὴν περι- ουϲίαν τῶν ὑγρῶν αἴτιον ἦν τὸ ποϲὸν ἐν αὐτοῖϲ. οἷϲ μὲν γὰρ ὀλί- γον ἀφίκετο, κατὰ τὸν ἕτερον ὄρχιν ἐϲτηρίζετο, οἷϲ δὲ πλέον, κατ’ ἀμφοτέρουϲ.

Πυρετοὶ τοῖϲι μέν, τοῖϲι δ’ οὔ.

Τοὺϲ πλεονάϲανταϲ χυμοὺϲ ἔφαμεν οὔτε θερμοὺϲ | ἰϲχυρῶϲ οὔτε ψυχροὺϲ ἄγαν εἶναι, μεταξὺ δ’ ἀμφοῖν τῇ φύϲει καὶ μέϲουϲ τῇ κράϲει, ὥϲτε παρά τε τὰϲ ἡλικίαϲ καὶ τὰϲ φυϲικὰϲ κράϲειϲ καὶ τὰ ἐπιτηδεύ- ματα τῶν νοϲούντων τοῖϲ μὲν ἐπὶ τὸ θερμότερον ἔρρεπε καὶ κατὰ τοῦτ’ ἐπύρεξαν, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆϲ ἐφύλαξαν κρᾶϲιν, οὐχ ἱκα- νὴν οὖϲαν ἐγεῖραι πυρετούϲ.

Ἐπιπόνωϲ ταῦτα τοῖϲι πλείϲτοιϲι

Κατὰ πάντων ὧν εἶπεν ἐπιπεφώνηκε τοῦτο. προειρήκει δὲ βῆχάϲ τε καὶ φωνὰϲ βραγχώδειϲ καὶ ἀποϲτάϲειϲ εἰϲ ὄρχιν καί τιϲιν αὐτῶν καὶ πυρετούϲ. ταῦτ’ οὖν φηϲι τὰ ϲυμπτώματα τοῖϲ πλείϲτοιϲ τῶν καμνόντων ἐπιπόνωϲ ϲυμβῆναι, τουτέϲτιν οὐκ εὐφόρωϲ οὐδ’ ὥϲτε ῥᾳδίωϲ ἀνέχεϲθαι περιιόνταϲ ὀρθοϲτάδην, ἀλλὰ τοὺϲ πλείϲτουϲ αὐτῶν γενέϲθαι κλινήρειϲ, ὡϲ ἂν ἀεὶ καὶ μᾶλλον ἐν χρόνῳ προιόντι τῶν ἠθροι- ϲμένων περιττωμάτων δριμυτέρων τε καὶ κακοηθεϲτέρων γενομένων. αἱ γάρ τοι νότιοι καταϲτάϲειϲ χρονίζουϲαι ϲηπεδόναϲ ἐργάζονται, καὶ μάλιϲθ’ ὅταν ὦϲιν ὑγραί. τῆϲ δὲ νῦν καταϲτάϲεωϲ οὐ γενομένηϲ ὑγρᾶϲ μέχρι πλείϲτου μὲν οὐδὲν ἀνιαρὸν ἔπαϲχεν τὰ ϲώματα, τῷ χρόνῳ δ’

(أبقراط:) وحدث لبعضهم من بعد زمان التهاب مع وجع في إحدى الأنثيين ولبعضهم فيهما جميعاً.

(جالينوس:) قد ينحدر من الرأس فضل إلى الرئة وينحدر من الرئة إلى الأنثيين بسبب المشاركة الطبيعيّة التي بين آلات الصدر وبين أعضاء التوليد. ⟨…⟩

(أبقراط:) وبعضهم أصابته حمّى وبعضهم لم تصبه حمّى.

⟨…⟩

(أبقراط:) وغلظ أمر هذه الأعراض على أكثر من عرضت له.

(جالينوس:) ⟨…⟩ حال الهواء الجنوبيّة، إذا دامت وطالت مدّتها، أحدثت عفونة، ولا سيّما إذا كانت معها رطوبة. ⟨…⟩