Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

τὰϲ γὰρ ἐπὶ τῶν καμνόντων γιγνομέναϲ ἡμῖν διαγνώϲειϲ τε τῶν παρόντων παθῶν καὶ προγνώϲειϲ τῶν ἐϲομένων καὶ θεραπείαϲ ὁρῶμεν οὐδὲν δεομέναϲ τῆϲ ἐν τοῖϲ ὀνόμαϲιν ἀκριβείαϲ. οὐδὲ γὰρ ἀπὸ τούτων οἱ ἰδιῶται κρίνουϲι τοὺϲ ἰατρούϲ, ἀλλ’ ὅταν ἐπὶ φλεβοτομίᾳ τὸν κάμνοντα ῥᾳϲτωνήϲαντα θεάϲωνται καὶ τροφὴν ἐν καιρῷ λα- βόντα (καὶ γὰρ καὶ τούτῳ κρίνειν ἰδιώτηϲ δύναται) εἶτα θεαϲάμενοϲ οὐκ εὐθέωϲ ἐπὶ τῇ τροφῇ τὴν ἀρχὴν τοῦ παροξυϲμοῦ γενομένην, ἀλλὰ μετὰ χρόνον πλείονα τὸν ἰατρὸν ἐπαινεῖ κἂν αὖ ψυχροῦ δέῃ, τότε δόντα καὶ λούϲαντα τὸν ἄρρωϲτον ἀπύρετον ἤδη πεποιηκότα, παραχρῆμα θαυμάζει, καθάπερ γε κἂν εἰ προείποι τι τῶν ἐϲομένων. ἀπὸ τούτων μὲν οὖν ὁ ἰατρὸϲ ἀκριβῶϲ τε καὶ ἀληθῶϲ εὐδοκιμεῖ, ϲο- φιϲτὴϲ δὲ κατατρίβει τὸν χρόνον ἑαυτοῦ τε καὶ τῶν μαθητῶν, ὑπὲρ ὀνομάτων τε καὶ ϲημαινομένων ἐρίζων. ἐπεὶ δὲ τὸ προκείμενον ἡμῖν νῦν ἐϲτιν, οὐκ αὐτὰ τὰ πράγματα διδάξαι τῆϲ τέχνηϲ (ἐν ἑτέροιϲ γὰρ τοῦτο ἐπράξαμεν αὐτάρκωϲ), ἀλλὰ τὴν Ἱπποκράτουϲ γνώμην ἐπι- ϲκέψαϲθαι διὰ ϲυντόμων, καὶ τοῦτο δυνατὸν ὧδε ποιῆϲαι. λέλεκται μὲν γὰρ αὐτῷ καὶ πρόϲθεν· “ἦν δὲ τοῖϲ πλείϲτοιϲιν αὐτῶν τὰ πα- θήματα φρικώδεεϲ πυρετοί, ϲυνεχέεϲ, ὀξέεϲ, τὸ μὲν ὅλον οὐ διαλεί- ποντεϲ. ὁ δὲ τρόποϲ ἡμιτριταῖοϲ, μίαν κουφότεροι, τῇ δ’ ἑτέρῃ ἐπι- παροξυνόμενοι.” καὶ νῦν δὴ πάλιν ἡ ῥῆϲιϲ αὕτη φηϲίν· ἐν δὲ τῷ ἡμιτριταίῳ ϲυμπίπτει μὲν καὶ ὀξέα νοϲήματα καὶ ἔϲτι τῶν ἄλλων οὗτοϲ θανατωδέϲτατοϲ. ὅτι μὲν οὖν θανατώδηϲ ἐϲτὶν ὁ ἡμιτριταῖοϲ ἄντικρυϲ εἴρηκεν αὐτὸϲ ὁ Ἱπποκράτηϲ. ὅτι δὲ τῶν εἰϲ ἀπυρεξίαν ληγόντων οὐδείϲ ἐϲτι θανατώδηϲ ἄντικρυϲ ἐν Ἀφοριϲμοῖϲ ἐδήλωϲεν εἰπών· “πυρετοί, ὁκόϲοι μὴ διαλείποντεϲ διὰ τρίτηϲ ἰϲχυρότεροι γίνονται, ἐπικίνδυνοι. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωϲι, ϲημαίνει ὅτι ἀκίνδυνοι.” πῶϲ οὖν ἄν τιϲ ἐκ τῶν εἰϲ ἀπυρεξίαν λη- γόντων εἴποι τὸν ἡμιτριταῖον, ἑπόμενοϲ Ἱπποκράτει; καὶ μὴν οἱ λέγοντεϲ, ἐάν τιϲ ὥραιϲ τέτταρϲι καὶ εἴκοϲιν ἀπύρετοϲ γίγνηται, τὸν μέϲον ἔχειν αὐτὸν ἡμιτριταῖον, ἐκ τῶν διαλειπόντων ποιοῦϲιν οὗτοι τὸν πυρετὸν τοιοῦτον. οὕτωϲ δὲ καὶ οἱ τὸν μέγαν καὶ τὸν μικρὸν ὡρῶν ἀριθμῷ διαφέρειν τοῦ μέϲου φάϲκοντεϲ, εἰϲ ἀπυρεξίαν περιάγειν ἀμφοτέρουϲ βουλόμενοι, τῆϲ Ἱπποκράτουϲ ἀποχωρήϲουϲι