Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

ἐκ τῶν Ἱπποκράτους βιβλίων καὶ μάλιστα τῶν Ἐπιδημιῶν παρα- γράψας ἐκείνας τὰς ῥήσεις, ἐν αἷς διηγήσατο ἅπαντα ἀπ' ἀρχῆς μέχρι τέλους τὰ συμβάντα τοῖς ἀρρώστοις. ἐν μὲν οὖν τοῖς Περὶ δυσπνοίας ἅπαντας τοὺς δυσπνοήσαντας τοὺς ἐν ταῖς τῶν Ἐπιδη- μιῶν συγγραφαῖς διῆλθον, ἐν δὲ τοῖς Περὶ τῶν κρισίμων ἡμερῶν τοὺς κριθέντας ἐπί τε τῶν ἄλλων ὡσαύτως. ὅθεν οὐδ' ἐξηγήσεως ἦν περιττοτέρας χρεία τοῖς βουλομένοις ἐπὶ τὰ τῆς τέχνης ἔργα σπεύ- δειν. ἀλλ' ἐπειδὴ παρέγκεινταί τινες ἀσαφεῖς λέξεις, δι' ἐκείνας ἔδοξεν ἄμεινον εἶναι καὶ τὰ τοιαῦτα ὑπομνήματα ποιήσασθαι [δῆλα]. εἰ μὲν οὖν ἁπάντων τῶν συμπτωμάτων, ὅσα γεγονέναι φησὶν ἐν ἑκάστῳ τῶν νοσημάτων, ἤτοι τὴν ὅλην φύσιν ἢ τὰς αἰτίας τῆς γενέσεως εἴποιμι, τὰς γενομένας μοι πραγματείας ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι πάσας κινδυνεύσω τε καθ' ἕκαστον ἄρρωστον ἓν γράψαι βιβλίον· εἰ δὲ τῶν ἐν τῷ Προγνωστικῷ γεγραμμένων ἐν τῷ καθόλου τὰ παρα- δείγματα μόνα νῦν ἐπισημαινοίμην, ἀναπέμπων τὸν μανθάνοντα κατὰ τὸ σύμπαν τῆς διδασκαλίας εἰς τὰς γεγραμμένας μοι πραγματείας, ἐλπίζω σύντομον ἔσεσθαι τὸν λόγον.

Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος καὶ κατεκλίνη. ἐν τῇ πρώτῃ πυρετὸς ὀξύς, ἵδρωσεν, ἐς νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ὀψὲ δ' ἀπὸ κλυσματίου [οὐ] καλῶς διῆλθε, νύκτα δι' ἡσυχίης. τρίτῃ πρωῒ καὶ μέχρι μέσου ἡμέρης ἔδοξε γενέσθαι ἀπύρετος, πρὸς δείλην δὲ πυρετὸς ὀξὺς μεθ' ἱδρῶτος, διψώδης, γλῶσσα ἐπεξηραίνετο, μέλανα οὔρησε, νύκτα δύσφορος, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. τετάρτῃ πάντα παρω- ξύνθη, οὖρα μέλανα, νύκτα εὐφορωτέρην, οὖρα εὐχροώ- τερα. πέμπτῃ περὶ μέσον ἡμέρης μικρὸν ἀπὸ ῥινῶν ἔστα- ξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα