Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

ρουμένην. οὕτωϲ γοῦν καίτοι τοῖϲ περὶ μεγεθῶν καὶ ἀποϲτημάτων ἡλίου καὶ ϲελήνηϲ καὶ γῆϲ ἀποδεδειγμένοιϲ ἤδη πιϲτεύοντεϲ, ὅταν πρὸϲ αἰϲθητῶν τε πολλῶν ἄλλων, ὅϲα κατὰ γεωμετρικοὺϲ λόγουϲ εὑρίϲκεται, [ὅταν ὑπὸ] καὶ τῶν καταλελογιϲμένων ἐκλείψεων μαρ- τυρῆται, βεβαιοτέραν ἴϲχομεν τὴν πίϲτιν. ὅπου τοίνυν τὰ διὰ γεω- μετρίαϲ ἀποδειχθέντα πιϲτότερα γίνεται μαρτυρούμενα πρὸϲ τῶν κατὰ μέροϲ ἀποβαινόντων καὶ πιϲτότερα γενόμενα μείζονα βεβαιότητ’ ἔχει, πολλῷ δὴ μᾶλλον [ἢ] ὅϲα *** † ὑπὸ τὴν κατὰ μέροϲ *** πίϲτιν. ταῦτ’ οὖν οὕτωϲ ἡμεῖϲ ἐπιδειξόμεθα ἐν τοῖϲ τῶν Ἐπιδη- μιῶν βιβλίοιϲ γινόμενα.

Ἐν Θάϲῳ φθινοπώρου περὶ ἰϲημε- ρίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, ϲυνεχέα, μαλθακῶϲ, ἐν νοτίοιϲι.

Ὅτι μὲν καὶ ἡ τοῦ χωρίου γνῶϲιϲ εἰϲ τὴν τῶν ἐπιδημίων νοϲη- μάτων διδαϲκαλίαν ὠφέλιμόϲ ἐϲτιν ὕϲτερον λέξω. νυνὶ δὲ τὴν λέξιν αὐτὴν πρότερον ἐξηγήϲομαι, τοῦ ϲυγγραφέωϲ εἰπόντοϲ περὶ ἰϲημε- ρίην καὶ ὑπὸ πληιάδα. δυοῖν γὰρ οὐϲῶν ἰϲημεριῶν καὶ δυοῖν πλειάδων ἐπιϲημαϲιῶν, αὐτὸϲ ἐδήλωϲεν, ὁποίαν αὐτῶν λέγει, προϲ- θεὶϲ τῷ λόγῳ τὸ φθινοπώρου. κατὰ μὲν γὰρ τὸ ἔαρ ἡ ἑτέρα γί- νεται καὶ ἡ ἀρχή γ’ αὐτοῦ κατὰ τὴν ἡμετέραν οἴκηϲίν ἐϲτιν αὕτη, ἣν νῦν οὐ λέγομεν· καθάπερ καὶ τελευτὴ πάλιν ἦροϲ τῶν πλειά- δων ἡ ἐπιτολή. κατὰ δὲ τὸ φθινόπωρον ἡ ὑπόλοιποϲ ἰϲημε- ρία γίνεται καὶ ἡ τῶν πλειάδων δύϲιϲ. οὐδὲν δὲ διοίϲει λέγειν ἤτοι