Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

βέλτιον ἦν πεττόμενα μετὰ τὴν ἐν τῇ πέμπτῃ κρίσιν. ἐπὶ γοῦν τῆς ἕκτης ἔγραψεν· οὖρα λεπτά, μὴ προσθεὶς τὸ οὐκ εὔχροα. καὶ τούτων μὲν μεμνῆσθαι χρήσιμον καὶ τοῦ τῆς πέμπτης ἡμέρας οἵας τε ἀγωνιστικὰς κρίσεις ἐπιφέρειν· καὶ γὰρ ὀλίγον ἔμπροσθεν ἄλλον ἄρρωστον ἔκρινε δι' αἱμορραγίας καὶ νῦν δι' ἱδρῶτος τὴν προ- κειμένην ἐν τῷ λόγῳ γυναῖκα, καίτοι τοῦ νοσήματος ἀμφοτέροις ἀπέπτου κατ' ἐκείνην τὴν ἡμέραν ὄντος· διὸ μηδὲ τελείαν ἐποιήσατο τὴν κρίσιν.

Μελιδίῃ, ἣ κατέκειτο παρὰ Ἥρης ἱερόν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός· αὐτίκα δὲ πυρετὸς ὀξὺς ἔλαβε· γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο· πόνοι τούτων ἁπάντων ξυνεχέες. ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης, ἐρύθημα ἐπὶ γνά- θων, σμικρὰ παρέκρουσεν. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέ- λιπεν, οἱ πόνοι παρέμενον, ὑπέστρεψεν, ὕπνοι σμικροί, οὖρα διὰ τέλεος εὔχροα μέν, λεπτὰ δέ· διαχωρήματα λεπτά, χολώδεα, δακνώδεα *** διῆλθεν. οὔροις ὑπό- στασις λευκή, λείη· ἵδρωσεν. ἐκρίθη τελέως ἑνδεκάτῃ.

Καὶ περὶ ταύτης ἐν ἀρχῇ μὲν οὐκ ἔγραψε τὴν ἰδέαν τῶν οὔρων. ἐπὶ δὲ τῷ τέλει τῆς διηγήσεως ἔφη· οὖρα διὰ τέλεος εὔχροα μέν, λεπτὰ δέ. τὰ μὲν οὖν ἀκριβῶς λεπτὰ τὴν κατὰ φύσιν ἔχειν εὔχροιαν οὐ δύναται. μετρίως μὲν γάρ ἐστιν ὠχρὰ τὰ εὔχροα, λευκὰ δὲ τὰ τελέως λεπτά. καθ' ὅσον δὲ ἐγχωρεῖ συνελθεῖν εὔχροιαν οὔρων λεπτότητι, κατὰ τοσοῦτον χρὴ ἀκούειν λέγοντα αὐτὸν τὰ οὖρα διὰ τέλεος εὔχροα μὲν γενέσθαι, λεπτὰ δέ. φαίνε- ται δὲ καὶ αὕτη ἡ γυνὴ διὰ τὴν ἰσχὺν τῆς φύσεως σωθῆναι.