Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

πρόϲθεν καταϲτάϲει τὸ θέροϲ οὐ νότιον μόνον, ἀλλὰ καὶ νεφελῶδεϲ γενόμενον ἐργάϲαϲθαί τινα ϲῆψιν χυμῶν, οὐ μόνον ἐν τοῖϲ θερμοτέ- ροιϲ, ἀλλὰ καὶ [ἐν] ψυχροτέροιϲ ϲώμαϲιν.

Ὡϲ τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖϲιν ἐόντα εὐφόρωϲ ἤνεγκαν καὶ οὐκ ἀπέθνῃ- ϲκον, περὶ ὧν γεγράψεται.

Ἄλλα, φηϲί, νοϲήματα χωρὶϲ τῶν φθινωδῶν, ὑπὲρ ὧν ὁ λόγοϲ ἦν αὐτῷ, καίτοι μακρότερα γενόμενα καὶ μετὰ πυρετῶν, ὅμωϲ εὐφόρωϲ ἠνέχθη. καὶ εἴρηται ἡ αἰτία μικρὸν ἔμπρο- ϲθεν ὑφ’ ἡμῶν, ὅτι τούτοιϲ ἧττον κακοήθηϲ ὁ χυμὸϲ ἐκ τῆϲ ϲήψεωϲ ἐγένετο.

Μοῦνον γὰρ καὶ μέγιϲτον τῶν τότε γενομένων νοϲημάτων τοὺϲ πολλοὺϲ τὸ φθινῶδεϲ ἔκτεινεν.

Εἴρηται τούτου μικρὸν ἔμπροϲθεν ἡ αἰτία, τὴν κρᾶϲιν τοῦ ϲώ- ματοϲ ἡμῶν αἰτιαϲαμένων, δι’ ἧϲ τοῖϲ φθινώδεϲιν ἑάλωϲαν νοϲή- μαϲι καὶ τοῖϲ κακοήθεϲι πυρετοῖϲ, ὑπὲρ ὧν ἐφεξῆϲ ἐρεῖ.

Ἦν δὲ τοῖϲ πλείϲτοιϲιν αὐτῶν τὰ παθήματα τοιάδε· φρικώδεεϲ πυρετοί, ϲυνεχέεϲ, ὀξέεϲ, τὸ μὲν ὅλον οὐ διαλείποντεϲ· ὁ δὲ τρόποϲ ἡμιτριταῖοϲ· [τὴν] μίαν κουφότεροι, τῇ δ’ ἑτέρῃ ἐπιπαροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντεϲ.

Τοῖϲ πλείϲτοιϲ τῶν φθινωδῶν, ὑπὲρ ὧν ἐποιεῖτο τὸν λόγον, τὰ παθήματα γενέϲθαι φηϲίν, ἃ κατέλεξεν αὐτὸϲ ἐφεξῆϲ. καλοῦϲι δὲ παθήματα πάντεϲ οἱ Ἕλληνεϲ, ὅϲα παρὰ φύϲιν ἐν τοῖϲ ϲώ-