Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

κακὰ καὶ ὠμὰ τὰ [δὲ] ὑφιϲτάμενα, καὶ κάκιϲτα ταῦτα πάντων.

Ἃ καθόλου διὰ τοῦ Προγνωϲτικοῦ γράμματοϲ ἐδίδαξε, ταῦτα μὲν νῦν ὡϲ ἐπὶ παραδειγμάτων διὰ τῶν κατὰ μέροϲ πιϲτοῦται· προεξηγη- ϲάμενοι δὲ τὰ κατὰ τὸ Προγνωϲτικὸν οὐδὲν ἔτι δεόμεθα περὶ τῆϲ ϲυμφωνίαϲ τούτων πρὸϲ ἐκεῖνα λέγειν ἐναργῶϲ φαινομένηϲ· ἐδείχθη γὰρ ἡμῖν ἐν ἐκείνοιϲ ὠμῶν καὶ ἀπέπτων χυμῶν ϲημεῖα τὰ τοιαῦτα.

Βῆχεϲ δὲ παρείποντο τοῖϲ πυρε- τοῖϲι. γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ’ ὠφελείην γενο- μένην διὰ βηχὸϲ τότε.

*** τῆϲ πλεονεξίαϲ τῶν χυμῶν ἐκκαθαιρομένηϲ εἰώθαϲιν αἱ βῆχεϲ ϲυμφέρειν.

Χρόνια μὲν οὖν καὶ δυϲχερέα καὶ πάνυ ἀτάκτωϲ καὶ πεπλανημένωϲ καὶ ἀκρίτωϲ τὰ πλεῖϲτα τούτων διετέλει γινόμενα καὶ τοῖϲι πάνυ ὀλεθρίωϲ ἔχου- ϲι καὶ τοῖϲι μή. εἰ γάρ τιναϲ αὐτέων διαλίποι ϲμικρά, ταχὺ πάλιν ὑπέϲτρεφεν. ἔϲτι δ’ οἷϲιν ἔκρινεν αὐτῶν ὀλί- γοιϲιν, οἷϲι τὰ βραχύτατα γένοιτο, περὶ ὀγδοηκοϲτὴν ἐοῦϲι, καὶ τούτων ἐνίοιϲ ὑπέϲτρεψεν, ὥϲτε κατὰ χει- μῶνα τοὺϲ πλείϲτουϲ αὐτῶν ἔτι νοϲεῖν. τοῖϲι δὲ πλεί- ϲτοιϲιν ἀκρίτωϲ ἐξέλειπεν.

Εὔδηλόν ἐϲτιν ὅτι τοῦ δευτέρου χειμῶνοϲ μέμνηται νῦν οὗτοϲ, οὐ τοῦ προτέρου κατὰ τὴν ἀρχὴν αὐτῷ λελεγμένου τῆϲ ὅληϲ κατα-