Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

16. Ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι λογιζόμενον ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, ἢ εἴ ποτε αὐτὸν ῥῖγος ἔλαβε, καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης αὐτέῳ βάρος γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεεν· ταῦτα γὰρ ἐν ἀρχῇσι γίγνεται τῶν ἐμπυημάτων. Ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους. Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρέφειν τε καὶ καταμανθάνειν χρὴ ἐπὶ τουτέοισι, μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ· καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτέῳ δοκέει βαρὺ ἀποκρέμασθαι ἐκ τοῦ ἄνωθεν. Εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα, ἐπὶ ὁκοῖον ἂν πλευρὸν τὸ βάρος γίγνηται.

وقد ينبغى ان تنظر متى كان ابتداء التقيح وتحسب ذلك منذ اول يوم حمى فيه المريض او اصابه نافض او زعم انه كان يجد الما فصار مكانه ثقل فى الموضع الذى كان يجد فيه الالم. فان هذه الاشياء مما يكون فى ابتداء التقيح. فمنذ هذا الوقت ينبغى لك ان تحسب وتتوقع الانفجار فى الاوقات التى تقدم ذكرها٭ فان كان التقيح من الجانب الواحد فقد ينبغى ان تتفقد من امر هاؤلاء هل يجدون وجعا فى الجنب. وان كان احد الجنبين اسخن من الاخر تأمر المريض ان يضطجع على جانبه الصحيح ثم تسأله هل تخيل اليه كانه ثقل معلق من جانبه الاعلى.