Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

25. Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγιγνώσκειν τοὺς περιεσομένους καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα δύνασθαι κρίνειν, λογιζόμενον τὰς δυνάμιας αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν. Χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων αἰεὶ ἐπιδημεύντων ταχέως ἐνθυμέεσθαι, τήν τε τῆς ὥρης κατάστασιν. Εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν ἄλλων σημείων, καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ τά τε κακὰ κακὸν σημαίνει, καὶ τὰ χρηστὰ ἀγαθὸν, ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα. Ἐξ ὧν χρὴ εἰδέναι ὅτι ἔν γε τοῖσιν αὐτέοισι χωρίοισιν οὐδὲν δεινὸν τὸ μὴ οὐ τὰ πολλαπλάσια αὐτέων ἐπιτυγχάνειν, ἢν ἐκμαθών τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται. Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος οὔνομα, ὅτι μὴ τυγχάνῃ ἐνθάδε γεγραμμένον· πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι τοῖσι προειρημένοισι χρίνεται, γνώσῃ τοῖσιν αὐτέοισι σημείοισιν.

وقد ينبغى ان تستدل على من يسلم وعلى من يعطب من الصبيان ومن غيرهم من جميع الاعلام كما تبين من امر كل واحد فى كل واحد من الامراض. وقولى هذا انما هو فى الامراض الحادة وما يتولد منها٭ وقد ينبغى لمن يريد ان يتقدم فيخبر بسلامة من يسلم وبموت من يموت وينذر بطول مرض من يدوم به مرضه اياما اكثر وبقصر مرض من يلبث به مرضه اياما اقل ان بتعرف جميع الدلائل ويميزها بعد ان يقيس قواها بعضها ببعض كما وصفنا فى جميع الدلائل وخاصة فى البول والبصاق اذا نفث المريض مدة مع مرار٭ وقد ينبغى ان تتفطن بسرعة دائما لحدوث الامراض الوافدة ولا تفوتك حال الوقت الحاضر٭ وقد ينبغى ان تعلم علما حسنا من امر الدلائل وسائر الاعلام انها فى كل سنة وفى كل وقت من اوقات السنة ما كان منها رديا فهو يدل على شر وما كان منها محمودا فهو يدل على خير. وذلك انك تجد هذه الاعلام التى تقدم ذكرها تصح فى بلاد النوبة وفى بلاد ديلوس وفى بلاد الصقالبة٭ فينيغى ان تعلم علما يقينا انه ليس بمنكر فى مواضع باعيانها ان يكون صوابك اضعافا مضاعفة اذا انت تعرفت الدلائل وعلمت كيف تميزها وتتدبرها بالصواب٭ وليس ينبغى ان تتشوف الى اسم مرض من الامراض لم يذكر فى هذا الكتاب٭ وذلك ان جميع الامراض التى تنقضى فى المدد من الزمان التى تقدمنا فحددناها فقد تتعرفها بهذه الاعلام باعيانها ان تدبرتها وميزتها٭٭٭