Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

3. Κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰητροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν, ἢ τὸ ἀριστερὸν, καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα, καὶ τὸ ξύμπαν σῶμα ὑγρὸν κείμενον· οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὁγιαινόντων κατακλίνονται· ἄρισται δέ εἰσι τῶν κατακλίσιων αἱ ὅμοιαι τῇσι τῶν ὁγιαινόντων. Ὕπτιον δὲ κέεσθαι καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ἐκτεταμένα ἔχοντα, ἧσσον ἀγαθόν. Εἰ δὲ καὶ προπετὴς γένοιτο, καὶ καταῤῥέοι ἐπὶ τῆς κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστιν. Εἰ δὲ καὶ γυμνοὺς τοὺς πόδας εὁρίσκοιτο ἔχων, μὴ θερμοὺς κάρτα ἐόντας, καὶ τὰς χεῖρας, καὶ τὸν τράχηλον, καὶ τὰ σκέλεα ἀνωμάλως διεῤῥιμμένα καὶ γυμνὰ, κακόν· ἀλυσμὸν γὰρ σημαίνει. Θανατῶδες δὲ καὶ τὸ κεχηνότα καθεύδειν αἰεὶ, καὶ τὰ σκέλεα ὑπτίου κειμένου ξυγκεκαμμένα εἶναι ἰσχυρῶς, καὶ διαπεπλεγμένα. Ἐπὶ γαστέρα δὲ κέεσθαι ᾧ μὴ ξύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην τινὰ σημαίνει, ἢ ὀδύνην τῶν ἀμφὶ τὴν κοιλίην τόπων. Ἀνακαθίζειν δὲ βούλεσθαι τὸν νοσέοντα, τῆς νούσου ἀκμαζούσης, πονηρὸν μὲν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασι, κάκιστον δὲ ἐν τοῖσι περιπλευμονικοῖσιν. Ὀδόντας δὲ πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ ξύνηθές ἐστιν ἀπὸ παίδων, μανικὸν καὶ θανατῶδες, ἀλλὰ προλέγειν ἀπ᾿ ἀμφοῖν κίνδυνον ἐσόμενον· ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιέῃ, ὀλέθριον γίγεται κάρτα ἤδη. Ἕλκος δὲ ἥν τε καὶ προγεγονὸς τύχῃ ἔχων, ἤν τε καὶ ἐν τῇ νούσῳ γένηται, καταμανθάνειν δεῖ· ἢν γὰρ μέλλῃ ἀπόλλυσθαι ὁ ἄνθρωπος, πρὸ τοῦ θανάτου πελιδνόν τε καὶ ξηρὸν ἔσται, ἢ ὠχρόν τε καὶ ξηρόν.

وينبغى ان يجد الطبيب المريض مستلقيا على جانبه الايمن او الايسر ويداه ورجلاه وعنقه منثنية قليلا وبدنه كله فى نصبته رطب لان اكثر الاصحاء انما يستلقون للنوم بهذه الحال. واحمد الاستلقاء اشبهه باستلقاء الاصحاء٭ واما استلقاء المريض على قفاه مع تمدد يديه ورجليه ورقبته فاقل حمدا من ذلك٭ فان كان مع ذلك يستسقط وينحدر عن سريره نحو قدميه فذلك اردى٭ فان وجد مع ذلك وقدماه مكشوفتان وليس هما بالسخينتين جدا وقد رمى بيديه ورجليه وعنقه بحال اختلاف واضطراب فذلك ردى من قبل انه يدل على كرب٭ ومن دلائل الموت ايضا ان يكون المريض ينام دائما وفمه مفتوحا٭ وان تكون رجلاه وهو مستلق على قفاه منثنيتين انثناء شديدا مشتبكتين٭ واما نوم المريض على بطنه من غير ان يكون قد كانت عادته فى صحته ان ينام على بطنه فذلك ردى وذلك انه يدل على اختلاط العقل او على الم فى نواحى البطن٭ ووثوب المريض للجلوس فى وقت منتهى مرضه ردى فى جميع الامراض الحادة واردى ما يكون فى اصحاب ذات الرئة٭ واما تصرير الاسنان فى الحمى فيمن لم تكن عادته منذ صبائه فذلك يدل على الجنون وعلى الموت٭ وقد ينبغى ان تتقدم فتنذر بما تخاف على المريض من الامرين جميعا. فان يفعل ما يفعل من ذلك وقد اختلط عقله فذلك يدل على ان هلاكه قد قرب٭ ومتى كان فى بدن المريض قرحة اما متقدمة قبل مرضه واما حادثة فى وقت مرضه فينبغى ان تتفقدها. وذلك انه اذا كان المريض يؤول امره الى الهلاك فان قرحته تلك تصير قبل موته يابسة اما مع صفرة واما مع كمودة الى خضرة٭