Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

14. Πτύελον χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πλεύμονα καὶ τὰς πλευρὰς ταχέως τε ἀναπτύεσθαι καὶ εὐπετέως, ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ. Εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, ξανθὸν ἐὸν, ἢ πυῤῥὸν, ἢ πολλὴν βῆχα παρέχον, ἢ μὴ ἰσχυρῶς ξυμμεμιγμένον, κάκιον γίγνεται· τό τε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές. Κακὸν δὲ καὶ τὸ χλωρὸν ἐὸν κάρτα καὶ τὸ ἀφρῶδες· εἰ δὲ εἴη οὕτως ἄκρητον ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων· κακὸν δὲ καὶ ἢν μηδὲν ἀνακαθαίρηται, μηδὲ προΐῃ ὁ πλεύμων, ἀλλὰ πλήρης ἐὼν ζέῃ ἐν τῇ φάρυγγι. Κορύζας δὲ καὶ πταρμοὺς ἐπὶ πᾶσι τοῖσι περὶ τὸν πλεύμονα νουσήμασι προγεγονέναι, ἢ ἐπιγενέσθαι, κακόν· ἀλλ᾿ ἐν τοῖσιν ἄλλοισι νουσήμασι τοῖσι θανατωδεστάτοισιν οἱ πταρμοὶ λυσιτελέουσιν. Αἵματι δὲ ξυμμεμιγμένον μὴ πολλῷ πτύελον ξανθὸν ἐν τοῖσι περιπλευμονικοῖσιν, ἐν ἀρχῇ μὲν τῆς νούσου πτυόμενον, περιεστικὸν καὶ κάρτα ὠφελεέι· ἑβδομαίῳ δὲ ἐόντι καὶ παλαιοτέρῳ ἧσσον ἀσφαλές. Πάντα δὲ πτύελα πονηρά ἐστιν ὁκόσα ἂν τὴν ὀδύνην μὴ παύῃ. Κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται. Τὰ δὲ παύοντα ὀδύνην, πάντων ἀμείνω ἀναπτυόμενα.