Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

15. Ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ παύηται, μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας, μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ φαρμακείας καὶ διαίτας, εἰδέναι δεῖ ἐκπυήσοντα. Τῶν δὲ ἐκπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται, ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο, ἤν τε ὁμοῦ· μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου, ἑβδομαίου ἐόντος τοῦ νουσήματος. Ἐλπὶς δὲ τὸν τὰ τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον, ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν. Ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε· εὐπετέως φέρειν τὸ νούσημα, εὔπνοον εἶναι, τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον ῥηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν τε εἶναι καὶ μαλθακὸν, καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι ἀγαθὰ, ἐπιγίγνεσθαι· οὕτω μὲν γὰρ ἁπάντων τουτέων ἐπιγιγνομένων, οὐκ ἂν ἀποθάνοι ὁ ἄνθρωπος· ἢν δὲ τὰ μέν τοι αὐτέων ἐπιγίγνοιτο, τὰ δὲ μὴ, οὐ πλείονα χρόνον ζήσας, ἢ τεσσαρεσκαίδεκα ἡμέρας, ἀπόλοιτ᾿ ἂν ὁ ἄνθρωπος, Κακὰ δὲ τὰ ἐναντία τουτέων, ἤγουν δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην, μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως ἔχεσθαι, καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχροὺς, οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἔκαστα εἶναι κακὰ, ἐπιγίγνεσθαι οὕτω γὰρ εἰ ἐπιγένοιτό τι τῷ πτυέλῳ τουτέῳ; ἀπόλοιτα ἂν ὁ ἄνθρωπος πρὶν ἢ ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας ἀφικέσθαι, ἢ ἐναταῖος, ἢ ἑνδεκαταῖος. Οὕτως οὖν ξυμβάλλεσθαι χρὴ, ὡς τοῦ πτυέλου τουτέου θανατώδεος, ἐόντος μάλα, καὶ οὐ φθάνοντος ἐς τεσσαρεσκαίδεκα ἡμέρας. Τὰ δὲ ἐπιγενόμενα κακά τε καὶ ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προῤῥήσιας προλέγειν οὕτω γὰρ ἄν τις ᾶληθεύοι μάλιστα. Αἱ δὲ ἄλλαι ἐκπυήσιες ῥήγνυνται αἱ πλεῖσται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται.