Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

8. Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημάτων πάντες κακοί· οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν; ἐπώδυνοί τέ εἰσι κάρτα καὶ θανατώδεες. Ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος· οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίγνονται, οἵ τε πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι ἔχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι· ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος ὕδρωπες γίγνονται, βῆξαί τε θυμὸς τούτοισιν ἐγγίγνεται, καὶ οὐδέν τι ἀποπτύουσιν ἄξιον λόγου, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην, καὶ περὶ τὴν κοιλίην γίγνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ᾿ ἐπ᾿ ἀριστερὰ, ἱστάμενά τε καὶ καταπαυόμενα.