Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

23. Φάρυγξ δὲ ἑλκουμένη ξὺν πυρετῷ δεινόν· ἀλλ᾿ ἤν τι καὶ ἄλλο σημεῖον γένηται τῶν προκεκριμένων πονηρῶν εἶναι·, προλέγειν δεῖ ὡς ἐν κινδύνῳ ἐόντος τοῦ ἀνθρώπου. Αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι, καὶ τάχιστα ἀναιρέουσιν, ὁκόσαι μήτε ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ποιέουσι, μήτε ἐν τῷ αὐχένι, πλεῖστον δὲ πόνον παρέχουσι καὶ ὀρθόπνοιαν· αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι, καὶ δευτεραῖαι, καὶ τριταῖαι, καὶ τεταρταῖαι. Ὅσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ, καὶ ἐρυθήματα ἐν τῇ φάρυγγι ποιέουσιν, ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ μᾶλλον τῶν πρόσθεν, ἢν τὸ ἐρύθημα μέγα γίγνηται. Ὁκόσοισι δὲ ξυνεξερευθείη ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται δὴ χρονιώτεραι, καὶ μάλιστα ἐξ αὐτέων τινὲς περιφεύγουσιν, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρύθημα ἔχῃ, καὶ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας ἔσω. Ἢν δὲ μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν ἀφανίζηται τὸ ἐρυσίπελας, μήτε φύματος ξυστραφέντος ἐν τῷ ἔξω χωρίῳ, μήτε πῦον ἀποβήσσῃ, ῥηϊδίως τε καὶ ἀπόνως ἔχειν δοκέῃ, θάνατον σημαίνει, ἢ ὑποστροφὴν τοῦ ἐρυθήματος. Ἀσφαλέστερον δὲ τὸ οἴδημα καὶ τὸ ἐρύθημα ὡς μάλιστα ἔξω τρέπεσθαι· ἢν δὲ ἐς τὸν πλεύμονα τραπείη, παράνοιάν τε ποιέει, καὶ ἔμπυοι ἐξ αὐτέων τινὲς ὡς τὰ πολλὰ γίγνονται. Οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτάμνεσθαι καὶ ἀποσχάζεσθαι, ἔστ᾿ ἂν ἐρυθροί τε ἔωσι καὶ μεγάλοι· καὶ γὰρ φλεγμοναὶ ἐπιγίγνονται τουτέοισι καὶ αἱμοῤῥαγίαι· ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι πειρῆσθαι κατισχναίνειν ἐν τουτέῳ τῷ χρόνῳ. Ὁκόταν δὲ ἀποκριθῇ πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τουτέῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν. Ἄμεινον δὲ καὶ τὴν κοιλίην ὑποκενώσαντα τῇ χειρουργίῃ χρέεσθαι, ἢν ὅ τε χρόνος ξυγχωρέῃ, καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος.