Digital Corpus for Graeco-Arabic Studies

Galen: Quod Animi Mores Corporis Temperamenta Sequantur (The Faculties of the Soul follow the Mixtures of the Body)

ΓΑΛΗΝΟΥ ΒΙΒΛΙΟΝ, ΟΤΙ ΤΑ ΤΗΣ ΨΥΧΗΣ ΗΘΗ ΤΑΙΣ ΤΟΥ ΣΩΜΑΤΟΣ ΚΡΑΣΕΣΙΝ ΕΠΕΤΑΙ.

Ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς δυνάμεις τῆς ψυχῆς, οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πάνυ πολλάκις, οὐδ’ ἐπ’ ἐμαυτοῦ μόνου βασανίσας τε καὶ πολυειδῶς ἐρευνήσας, ἀλλ’ ἀπ’ ἀρχῆς μὲν ἅμα τοῖς διδασκάλοις, ὕστερον δὲ σὺν τοῖς ἀρίστοις φιλοσόφοις, ἀληθῆ τε διὰ παντὸς εὗρον τὸν λόγον, ὠφέλιμόν τε τοῖς κοσμῆσαι τὰς ἑαυτῶν ἐθέλουσι ψυχάς· ἐπειδήπερ, ὡς διῆλθον ἐν τῇ περὶ τῶν ἐθῶν πραγματείᾳ, καὶ διὰ τῶν ἐδεσμάτων τε καὶ πομάτων, ἔτι τε τῶν ὁσημέραι πραττομένων εὐκρασίαν ἐργαζόμενοι τῷ σώματι, κᾀκ ταύτης εἰς ἀρετήν τι τῆς ψυχῆς συντελέσομεν, ὡς οἱ περὶ Πυθαγόραν καὶ Πλάτωνα καί τινες ἄλλοι τῶν παλαιῶν ἱστοροῦνται πράξαντες.