Digital Corpus for Graeco-Arabic Studies

Galen: Quod Animi Mores Corporis Temperamenta Sequantur (The Faculties of the Soul follow the Mixtures of the Body)

Ὅτι δὲ καὶ Πλάτων αὐτὸς οἶδε βλαπτομένην τὴν ψυχὴν ἐπὶ τῇ κακοχυμίᾳ τοῦ σώματος, ἡ ἑξῆς ῥῆσις ἤδη δηλώσει. ὅπου γὰρ ἂν ἡ τῶν ὀξέων, καὶ τῶν ἁλυκῶν φλεγμάτων, ἢ καὶ ὅσοι πικροὶ καὶ χολώδεις χυμοὶ κατὰ τὸ σῶμα πλανηθέντες, ἔξω μὲν μὴ λάβωσιν ἀναπνοὴν, ἐντὸς δὲ ἑλκόμενοι τὴν ἀπ’ αὐτῶν ἀτμίδα τὸ τῆς ψυχῆς διαθέσει σφόδρα συμμίξαντες ἀνακερασθῶσι, παντοδαπὰ νοσήματα τῆς ψυχῆς ἐμποιοῦσι, μᾶλλον καὶ ἥττω, καὶ ἐλάττω, καὶ πλείω. πρός τε τοὺς τρεῖς τρόπους ἐνεχθέντα τῆς ψυχῆς, πρὸς ὃν ἂν ἑκάστη αὐτῶν προσπίπτοι, ποικίλας μὲν εἶναι δυσκολίας καὶ δυσθυμίας παντοδαπὰς, πολλάκις δὲ θρασύτητάς τε καὶ δειλίας, ἔτι τε λήθας ἅμα καὶ δυσθυμίας. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ὁ Πλάτων ὡμολόγησε τὴν ψυχὴν ἐν κακίᾳ τινὶ γίγνεσθαι διὰ τὴν ἐν τῷ σώματι κακοχυμίαν. ὥσπερ δὲ πάλιν ἐν νόσῳ καθίσταται διὰ τὴν ἐν τῷ σώματι ἕξιν κατὰ τήνδε τὴν ῥῆσιν. τὸ δὲ σπέρμα πολὺ καὶ γλοιῶδες ἔχων, καθάπερ εἰ δένδρον πολύκαρπον τοῦ συμμέτρου πεφυκὸς, ἢ πολλὰς μὲν καθ’ ἕκαστον ὠδῖνας, πολλὰς δὲ ἡδονὰς κτώμενος ἐν ταῖς ἐπιθυμίαις, καὶ τοῖς περὶ τὰ τοιαῦτα τόκοις, ἐμμανής τε πλεῖστον τοῦ βίου γιγνόμενος, διὰ τὰς μεγίστας ἡδονὰς καὶ λύπας, καὶ νόσους, καὶ ἄφρονα ἴσχων ὑπὸ τοῦ σώματος τὴν ψυχὴν, οὐχ ὡς νοσῶν, ἀλλ’ ὡς ἔχων κακῶς δοξάζεται. τὸ δ’ ἀληθὲς, ἡ περὶ τὰ ἀφροδίσια ἀκολασία, καὶ τὸ πολὺ μέρος διὰ τὴν ἑνὸς γένους ἕξιν ὑπὸ μανότητος, ὡς τὴν ἐν σώματι ῥοώδη καὶ ὑγραίνουσαν νόσον ψυχῆς γεγονέναι. ἱκανῶς μὲν οὖν κᾀν ταύτῃ τῇ ῥήσει τὴν ψυχὴν νοσεῖν ἀπεφῄνατο διὰ μοχθηρὰν ἕξιν σώματος. ἀλλ’ οὐδὲν ἧττον ἔτι καὶ διὰ τῶν ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένων ἡ γνώμη κατάδηλος γίνεται τοῦ φιλοσόφου. τί γάρ φησι; καὶ σχεδὸν ἅπανθ’ ὁπόσα ἡδονῶν ἀκρασία, καὶ ὄνειδος ὡς ἐχόντων λέγεται τῶν κακῶν, οὐκ ὀρθῶς ὀνειδίζεται. κακὸς μὲν γὰρ ἑκὼν οὐδεὶς, διὰ δὲ πονηρὰν ἕξιν τοῦ σώματος καὶ ἀπαιδεύτους τροφὰς κακὸς γίνεται. παντὶ δὲ ταῦτα ἐχθρὰ καὶ ἄκοντι προσγίνεται. ὅτι μὲν οὖν ὁ Πλάτων αὐτὸς ὁμολογεῖ τὰ προαποδεδειγμένα ὑπ’ ἐμοῦ, ἔκ τε τούτων αὐτοῦ τῶν ῥήσεών ἐστι δῆλον, ἐξ ἄλλων τε πολλῶν, ὧν τινὰς μὲν ἐν τῷ Τιμαίῳ, καθάπερ καὶ τάσδε τὰς νῦν εἰρημένας, τινὰς δὲ ἐν ἄλλοις βιβλίοις αὐτοῦ ἔστιν εὑρεῖν.