Digital Corpus for Graeco-Arabic Studies

Galen: Quod Animi Mores Corporis Temperamenta Sequantur (The Faculties of the Soul follow the Mixtures of the Body)

Ἀναμνήσω δὲ πάλιν αὐτοὺς, κᾂν μὴ θέλωσιν, ὡς ὁ Πλάτων αὐτὸς, ἀφ’ οὗ παρονομάζουσιν ἑαυτοὺς, οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πολλάκις ἔγραψε περὶ τούτων. ὡσαύτως δ’ οὖν μοι ἀρκέσει προσθεῖναι κατὰ τὸν ἐνεστῶτα λόγον πρὸς τῷ περὶ τροφῆς ἐκ Τιμαίου καὶ ἐκ τοῦ δευτέρου τῶν νόμων, ὧν οἱ μὲν δύο περὶ οἴνου πόσεώς εἰσιν. Ἆρ’ οὐ νομοθετήσομεν, πρῶτον μὲν τοὺς παῖδας μέχρις ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι, διδάσκοντες, ὡς οὐ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν, εἴς τε τὸ σῶμα καὶ τὴν ψυχὴν, πρὶν ἐπὶ τοὺς πόνους ἐγχειρεῖν πορεύεσθαι, τὴν ἐκμανῆ εὐλαβούμενοι ἕξιν τῶν νέων; μετὰ δὲ τοῦτο, οἴνου μὲν δεῖ γεύεσθαι τοῦ μετρίου μέχρι τριάκοντα ἐτῶν· μέθης δὲ καὶ πολυοινίας τοπαράπαν νέους ἀπέχεσθαι· τεσσαράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν, ἐν τοῖς ξυσσιτίοις εὐωχηθέντα, καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτέρων τελετὴν ἅμα καὶ παιδιάν· ἣν τοῖς ἄλλοις ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνίας καὶ δυσθυμίας λήθην γίγνεσθαι, μαλακώτερον ἐκ σκληροῦ τὸ τῆς ψυχῆς ἦθος, καθάπερ εἰς πῦρ σίδηρον ἐντεθέντα γιγνόμενον, καὶ οὕτως εὐπλαστότερον εἶναι. ἐκ ταύτης τῆς ῥήσεως μεμνῆσθαι ποιεῖ καλοὺς καὶ γενναίους τοὺς Πλατωνικοὺς, καὶ οὐ μόνον ἀφ’ ἧς λέλεκται περὶ πόσεως οἴνου ἐκείνῳ, ἀλλὰ καὶ περὶ τῆς ἡλικιῶν διαφορᾶς. ἐμμανῆ μὲν γὰρ εἶναί φησι τὴν τῶν μειρακίων φύσιν, αὐστηρὰν δὲ καὶ δύσθυμον καὶ σκληρὰν τὴν τῶν γερόντων, οὐ δή που διὰ τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ τὴν τοῦ σώματος ἔχουσαν κρᾶσιν, τὴν οὖσαν ἑκάστῃ τῶν ἡλικιῶν. ἡ μὲν γὰρ τῶν μειρακίων θερμὴ καὶ πολύαιμος, ἡ δὲ τῶν γερόντων ὀλίγαιμός τε καὶ ψυχρά. καὶ διὰ τοῦτό γε αὖ τοῖς μὲν γέρουσιν ὠφέλιμος οἴνου πόσις, εἰς συμμετρίαν θερμασίας ἐπανάγουσα τὴν ἐκ τῆς ἡλικίας ψυχρότητα, τοῖς δ’ αὐξανομένοις ἐναντιωτάτη. ζέουσαν γὰρ αὐτῶν τὴν φύσιν καὶ σφοδρῶς κινουμένην ὑπερθερμαίνει τε καὶ εἰς ἀμέτρους τε καὶ σφοδρὰς ἐκμαίνει κινήσεις. ἀλλὰ Πλάτωνι μὲν καὶ ταῦτα καὶ ἄλλα πολλὰ κατὰ τὸ δεύτερον τῶν νόμων εἴρηται περὶ πόσεως οἴνου τοῖς βουλομένοις ἀναγινώσκειν ὠφέλιμα. μόνης δὲ ἐγὼ ἔτι μιᾶς αὐτοῦ ῥήσεως μνημονεύσω κατὰ τὸ τέλος εἰρημένης ἁπάντων τῶν περὶ πόσεως λόγων, ἔνθαπερ εἴρηκε τὸν τῶν Καρχηδονίων λόγον. ἔχει δὲ ἡ ῥῆσις οὕτω. ἀλλ’ ἔτι μᾶλλον τῆς Κρητῶν καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν τῷ Καρχηδονίων νόμῳ, μηδέποτε μηδένα ἐπὶ στρατοπέδου γεύεσθαι τοῦ πόματος, ἀλλ’ ὑδροποσίαις συγγίγνεσθαι τοῦτον τὸν χρόνον ἅπαντα· καὶ κατὰ πόλιν μήτε δούλους γεύεσθαί ποτε, μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν, ὃν ἂν ἄρχωσι, μήτ’ αὖ κυβερνήτας, μήτε δικαστὰς ἐνεργοὺς ὄντας, οἴνου γεύεσθαι τοπαράπαν, μηδὲ ὅστις βουλευόμενος εἰς βουλὴν ἀξίαν τινὰ λόγου συνέρχεται, μηδέ γε μεθ’ ἡμέραν τοπαράπαν μηδένα, εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδ’ αὖ νύκτωρ, ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ γυνή. καὶ ἄλλα δὲ πολλὰ ἄν τις λέγοι, ἐν οἷς τοῖς γε νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος. ταῦτα τοῦ Πλάτωνος εἰρηκότος, οὐκ ἐπὶ τῶν νοσούντων σωμάτων, ἀλλ’ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων, εἴ γε ὑμῖν δοκοῦσιν, ὦ γενναιότατοι Πλατωνικοὶ, στρατεύειν, καὶ ἄρχειν, καὶ δοκιμάζειν, καὶ κυβερνᾷν ναῦς οἱ πίνοντες ὑγιαίνοντες, ἀποκρίνεσθέ μοι τοὐντεῦθεν ἐρωτῶντι, πότερον οὐχ ὥσπερ τις τύραννος ὁ ποθεὶς οἶνος κελεύει τὴν ψυχὴν μήτε νοεῖν ἀκριβῶς, ἃ πρόσθεν ἐνόει, μήτε πράττειν ὀρθῶς, ἃ πρόσθεν ἔπραττε, καὶ διὰ τοῦτο φυλάττεσθαί φησιν ὁ Πλάτων  ὡς πολέμιον. εἰ γὰρ ἅπαξ εἴσω τοῦ σώματος ἀφίκοιτο, καὶ τὸν κυβερνήτην κωλύει, ὡς προσήκει, μεταχειρίζεσθαι τοὺς οἴακας τῆς ναὸς, καὶ τοὺς στρατευομένους σωφρονεῖν ἐν ταῖς παρατάξεσι, καὶ τοὺς δικαστὰς, ὁπότε οὖν δικαίους χρὴ εἶναι, ποιεῖ σφάλλεσθαι, καὶ πάντας τοὺς ἄρχοντας ἄρχειν κακῶς, καὶ προστάττειν οὐδὲν ὑγιές. ἡγεῖται γὰρ τὸν οἶνον ἀτμῶν θερμῶν ὅλον τὸ σῶμα, καὶ μάλιστα τὴν κεφαλὴν πληροῦντα, κινήσεως μὲν ἀμετροτέρας αἴτιον γίγνεσθαι τῷ ἐπιθυμητικῷ μέρει τῆς ψυχῆς καὶ τῷ θυμοειδεῖ, βουλῆς δὲ προπετεστέρας τῷ λογιστικῷ. καὶ μὴν, εἴπερ οὕτως ἔχει ταῦτα, διὰ μέσης τῆς κράσεως αἱ εἰρημέναι τῆς ψυχῆς ἐνέργειαι φαίνονται βλαπτόμεναι, πινόντων ἡμῶν τὸν οἶνον, ὥσπερ γε πάλιν ὠφελούμεναί τινες. ἀλλὰ γὰρ καὶ τόθ’ ὑμᾶς, ἐὰν βούλησθε, διδάξω καθ’ ἕτερον καιρὸν, ἐκ τοῦ θερμαίνειν ὅσα βλάπτειν τε καὶ ὠφελεῖν ἡμᾶς οἶνος πέφυκεν. ἐν δὲ τῷ παρόντι τὴν ἐν τῷ Τιμαίῳ ῥῆσιν παραγράψω, καθ’ ἣν προσεῖπεν ὁ Πλάτων οὕτως. ταύτῃ κακοὶ πάντες ἢ καλοὶ διὰ δύο ἀκουσιώτατα γιγνόμεθα, ὧν αἰτιᾶται μὲν αἰεὶ τοὺς φυτεύοντας τῶν φυτευομένων μᾶλλον, καὶ τοὺς τρέφοντας τῶν τρεφομένων. ἐφεξῆς δέ φησι. πειρατέον μὴ ὅπῃ τις δύναται καὶ διὰ τροφῆς, καὶ δι’ ἐπιτηδευμάτων, μαθημάτων τε φυγεῖν μὲν κακίαν, τοὐναντίον δὲ ἑλεῖν ἀρετήν· ὥσπερ γὰρ ἐπιτηδεύματα καὶ μαθήματα κακίας μὲν ἀναιρετικὰ, γεννητικὰ δὲ ἀρετῆς ἐστιν, οὕτω καὶ ἡ τροφή. λεγομένης ἐνίοτε τροφῆς ὑπ’ αὐτοῦ οὐ μόνον τῆς ἐπὶ σιτίοις, ἀλλὰ καὶ συμπάσης τῶν παίδων τῆς διαίτης. οὐχ οἷόν τε οὖν φάναι κατὰ τὸ δεύτερον σημαινόμενον εἰρῆσθαι νῦν ὑπ’ αὐτοῦ τὴν τροφήν. οὐ γὰρ τοῖς παισὶν, ἀλλὰ τοῖς τελείοις ποιεῖν κελευόμενος, ἔφη πειρατέον μὴ ὅπῃ τις δύναται καὶ διὰ τροφῆς καὶ δι’ ἐπιτηδευμάτων, μαθημάτων τε φυγεῖν τὴν κακίαν, τοὐναντίον δὲ ἑλεῖν ἀρετήν. ἐπιτηδεύματα οὖν λέγει τὰ κατὰ γυμναστικὴν καὶ μουσικὴν μαθήματα, τά τε κατὰ γεωμετρίαν καὶ ἀριθμητικήν. τροφὴν οὐκ ἄλλην τινὰ νοεῖν οἷόν τε παρὰ τὴν ἐκ τῶν σιτίων, καὶ ῥοφημάτων, καὶ πομάτων, ἐξ ὧν ἐστι καὶ οἶνος, ὑπὲρ οὗ πολλὰ διῆλθεν ὁ Πλάτων ἐν τῷ δευτέρῳ τῶν νόμων. ὅστις δὲ βούλεται καὶ χωρὶς ἐμοῦ γνῶναί τι περὶ πάσης τῆς ἐν ταῖς τροφαῖς δυνάμεως, ἔνεστιν ἀναγινώσκειν αὐτῷ τοὺς τρεῖς περὶ τοῦδε τῶν ἡμετέρων ὑπομνήσεις, καὶ τὸ τέταρτον ἐπ’ αὐταῖς, περὶ εὐχυμίας τε καὶ κακοχυμίας, οὗ μάλιστα χρῄζομεν εἰς τὸ παρόν. πολλὰ μὲν οὖν ἡ κακοχυμία ταῖς τῆς ψυχῆς ἐνεργείαις λυμαίνεται, σώζει δὲ ἀβλαβεῖς αὐτὰς ἡ εὐχυμία.

(الباب العاشر فى تأثير الخمر على النفس حسب أقوال أخرى عن كتاب النواميس وكتاب طيماوس)

وأذكرهم أيضا وإن كانوا لا يحبون ذلك أن أفلاطون الذى به يسمون أنفسهم لا مرة ولا مرتين بل مرار كثيرة قد ذكر ذلك فى كتبه على هذا المثال بعينه. وأما أنا فإنى أكتفى بأن أزيد فى قولى من كلامه ثلاث شهادات اثنين منها فى شرب الشراب من المقالة الثانية فى النواميس والثاثة فى الطعام من كتاب طيماوس. والشهادة التى فى المقالة الثانية فى النواميس هو هذا: فنضع فى بادئ القدم سنة ألا يذوق الصبيان الشراب إلى ثمانى عشرة سنة، نعلم بذلك أنه لا ينبغى أن تزاد نار على نار فى البدن والنفس قبل أن يعتدوا فى الأخذ فى التعب فى الوقت الذى يصبرن فيه إلى البعد من أجل الصبيان الجنونية. وأما بعد ذلك فليشربوا الرشاب باعتدال حتى يصيروا إلى الثلاثين السنة، وأما السكر وكثرة الشراب فليمتنع منه الشباب البتة إلى الأربعين السنة. فإذا هم بلغوا الأربعين السنة يودعون الشراب فليحمدوا الله الذى جعل للناس دواء نافعا معينا على كزازة الشيخوخة، حتى أنه يصير الإنسان إلى السلو عن الغموم وخبث النفس ويلين قسادوة الأخلاق، كما تلين النار الحديد وتصيره يقبل الصنعة والطبع بسهولة. فأنا أسأل الأفلاطونيين ذوى النجدة إلا يتذكروا من هذا لقول ما قيل فيه على شرب الشراب فقط لكن ما قيل فيه على اختلاف الأنسان أيضا، وذاك أنه قال: إن سن الصبيان جنونية وسن الشيوخ كزة قاسية كئيبة. وليس ذلك من قبل عدد السنين بل من قبل مزاج البدن الذى ليس هو واحد بعينه فى جميع الأسنان، وذلك لأن سن الصبيان حارة كثيرة الدم وسن الشيوخ قليلة الدم باردة. ومن أجل ذلك ينفع الشيوخ بشرب الشراب لأنه يرد برودة البدن إلى اعتدال الحرارة. فأما الذين هم فى سن النماء فإنه مضاد لهم، لأن طبيعة هولاء تغلى وتحرك حركات صعبة، فالشراب يلهبها ويخرجها إلى الحركات المفرطة الجنونية. وقد تكلم أفلاطن فى شرب الشراب فى المقالة الثانية من كتاب النواميس مع هذا الذى ذكرناه بأشياء أخر كثيرة نافعة لمن أحب النظر فيها. وأما أنا فإنى أذكر شهادة أخرى من كلامه اذلى تكلم به فى آخر القول فى شرب الشراب فى الموضع الذى فضل فيه سنة القرخيدونيين، وهى هذه قال: وأكثر ذلك أيضا من سنة أهل قريطى ولا قدمونية ما أنا زائد من سنة القرخيدونيين، وهى ألا يذوق أحد من الناس فى شىء من الأوقات الشراب فى عساكر الجند بل يدمن فى هذا الزمان كله شرب الماء، وفى المدينة لا يذوقه فى شىء من الأوقات لا أمة ولا عبد ولا الوالى فى السنة التى يلى فيها التدبير ولا النواتى ولا القضاة، ولا يذوقون الشراب البتة ما داموا فى العمل ولا أحد ممن ينتاب مواضع المشورة ليتشاور مشورات ينتفع بها، ولا يشربها أحد بالنهار لكيلا يمرض البدن ولا بالليل أيضا إذا فكر فى طلب الولد رجلا كان أو امرأة. وأشياء كثيرة أيضا يمكن الإنسان أن يأتى بها لا ينبغى لمن أراد أن يكون صحيح العقل مستقيم السنة أن يشرب الشراب معها. وإذا كان أفلاطون قد قال هذا القول ليس فى الأبدان المريضة بل فى الأبدان الصحيحة صحة غير مذعومة، إن كنتم ترون [أن] الأفلاطونيون الأنجاد أن جنود العساكر والسلاطين والقضاة ومدبرى السفن إنما يكونون الأصحاء، فأجيبونى عن مسألتى هذه التى اسألكم: أترى الشراب يأمر النفس إذا شرب أمرا قسرا ألا تفهم ولا تعقل حسب ما كانت تفهمه وتعقله قبل ذلك والا تفعل على الاستقامة والصحة ما كانت تفعله قبل ذلك، ومن أجل ذلك يأمر أفلاطن أن تحذوره وتجتنبوه كما يجتنب العدو؟ لأنه ساعة يدخل البدن يمنع مدبرى السفن من استعمال تحريك السكان على ما ينبغى، ويمنع الجند من الحزم فى التعبئة، ويجعل القضاة يخطئون ويزيغون عن العدل وجميع السلاطين يسيئون التدبير. أوليس كله بخارات حارة وخاصة الرأس، صار للجزء الشهوانى وللجزء الغضبى من أجزاء النفس سببا إلى الحركات المفرطة، وللجزء الفكرى سببا إلى سرعة الصريمة. وإن كان ذلك كذلك فإن أفعال النفس قد يصل إليها الضرر يتوسط المزاج إذا شربنا الشراب كما أنا قد نرى أفعالا أخر تنتفع به. فإن أحببتم معرفة ذلك علمتكم أيضا فى وقت آخر ما الذى يمكن أن يفعله الشراب من المنفعة والمضرة لنا بإسخانه إيانا.

وأما الساعة فإنى ذاكر الشهادة من طيماوس، وذلك أنه لما قدم أفلاطون فقال: إن الشريرين كلهم إنما يكونون كذلك لعلتين خارجتين من الاختيار، وينبغى أن تجعل أبدا إحداهما التى هى الغارس أقوى سببا من المغروس والمغذى أقوى سببا من المغتذى. أتبع ذلك بأن قال: وينبغى أن يروم الإنسان بقدر طاقته الهرب من الشرارة واختيار ضدها بالتدبير بالأغذية وبما يزاول من الأعمال وبالتعاليم. فكما أن من الأعمال والتعاليم ما ينفى الشرارة ويولد الفضيلة فكذلك الأغذية. والأمر عند أفلاطن فى الغذاء أنه ربما لم يستعمل على الطعام فقط لكن على جميع تدبر الصبيان. ولكن ليس يمكن أن نقول: إنه قصد هاهنا باسم الغذاء إلى المعنى الثانى، وذلك أنه لم يقصد إلى الأمر الصبيان بل إنما أراد به الكاملين. فقال: إنه ينبغى للانسان ان يروم بقدر طاقته ان يهرب من الشرارة ويختار ضدها بالأغذية وبالأعمال وبالتعاليم. وأراد بقوله الأعمال أعمال الرياضة والموسيقى، وأراد بالتعاليم الحساب والمساحة، وأما الغذاء فليس يمكن أن يفهم عنه شىء سوى الغذاء الكائن بالأطعمة والأحساء والأشربة التى أحدهما الشراب الذى قد أخبر عنه أفلاطن كثيرا فى المقالة الثانية من كتاب النواميس. فمن أحب أن يعرف جميع وى الأغذية دونى، فقد يمكنه أن ينظر فى الثلاث المقالات التى وضعتها فى الأطعمه وفى المقالة الرابعة التى وضعت فيها جودة الكيموس ورداءته. والحاجة إلى هذه المقالة خاصة فى هذا الفن أكثر، وذلك أن رداءة الكيموس تفسد أفعال النفس وتضرها فى جهات كثيرة، وأما جودة الكيموس فإنها تحفظها بلا مضرة.