Digital Corpus for Graeco-Arabic Studies

Galen: Quod Animi Mores Corporis Temperamenta Sequantur (The Faculties of the Soul follow the Mixtures of the Body)

Ἆρ’ οὖν ὑπὸ μὲν τῆς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν κράσεως ὑπαλλάττεσθαι πεφύκασιν αἱ δυνάμεις τῆς ψυχῆς, ὑπὸ δὲ τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν οὐδὲν πάσχειν; καὶ μὴν τούτου πολλὰ τεκμήρια κατά τε φάρμακα καὶ τὴν ὁσημέραι δίαιταν ἔχομεν, ἃ τάχ’ ἂν ἐφεξῆς εἴποιμι σύμπαντα πρότερον ἀναμνήσας ὧν ὁ Πλάτων ἔγραψε λόγων ὑπὸ τῆς τοῦ σώματος ὑγρότητος εἰς λήθην ἔρχεσθαι τὴν ψυχὴν ὧν πρότερον ἠπίστατο, πρὶν ἐνδεθῆναι τῷ σώματι. λέγει γὰρ ᾧδέ πως αὐτοῖς ῥήμασιν ἐν Τιμαίῳ, κατ’ ἐκεῖνο τὸ χωρίον τοῦ συγγράμματος, ἔνθα φησὶ τοὺς θεοὺς δημιουργῆσαι τὸν ἄνθρωπον, ἐνδόντας τὴν ἀθάνατον ψυχὴν εἰς ἐπίῤῥυτον σῶμα καὶ ἀπόῤῥυτον, εὔδηλον ὅτι τὴν ὑγρότητα τῆς βρεφῶν οὐσίας αἰνιττόμενος. ἐφεξῆς γοῦν τούτοις τάδε φησίν· Αἱ δὲ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτ’ ἐκρατοῦντο, καὶ βίᾳ ἐφέροντό τε καὶ ἔφερον. καὶ μετ’ ὀλίγα πάλιν· Πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος καὶ ἀποῤῥέοντος κύματος, ὃ τὴν τροφὴν παρεῖχεν, ἔτι μείζονα θόρυβον ἀπειργάζετο τὰ προσπίπτοντα τῶν παθημάτων ἑκάστοις. καὶ μέντοι καὶ διέλθωμεν αὐτὰ πάλιν. ἐφεξῆς γάρ φησι· Διὰ δὴ ταῦτα πάντα τὰ πάθη κατ’ ἀρχὰς ἡ ψυχὴ γίνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ θνητὸν, ὅταν δὲ τὸ τῆς αὐξήσεως καὶ πρὸς ἔλαττον ἐπῇ ῥεῦμα, πάλιν δὲ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτῶν ὁδὸν ἴασι, καὶ καθιστῶνται μᾶλλον ἐπιόντος τοῦ χρόνου. τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχῆμα ἑκάστου τῶν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι, τό τε θάτερον καὶ τὸ ταὐτὸν προσαγόμεναι κατ’ ὀρθὸν, εὔφρονα τὸν ἔχοντα αὐτὰς γινόμενον ἀποτελοῦσιν. ὅταν, φησὶ, τὸ τῆς αὐξήσεως καὶ τροφῆς ἔλαττον ἐπῇ ῥεῦμα, τὴν ὑγρότητα δηλονότι λέγων, τὴν ἔμπροσθεν ὑπ’ αὐτοῦ εἰρημένην τῆς κατὰ ψυχὴν ἀνοίας αἰτίαν γινομένην, ὡς τῆς μὲν ξηρότητος εἰς σύνεσιν, τῆς δ’ ὑγρότητος εἰς ἄνοιαν ἀγούσης τὴν ψυχήν. ἀλλ’ εἴπερ ὑγρότης μὲν ἄνοιαν ἐργάζεται, ξηρότης δὲ σύνεσιν, ἡ μὲν ἄκρα ξηρότης ἄκραν ἐργάζεται σύνεσιν, ἡ δ’ ἐπίμικτος ὑγρότης τοσοῦτον ἀφαιρήσει τῆς τελείας συνέσεως, ὅσον ἐκοινώνησεν ὑγρότητος.  τίνος οὖν ἦν τοῦ ζώου τοιοῦτόνδε σῶμα, τίνος ἄμοιρον ὑγρότητος, ὥσπερ τὰ τῶν ἄστρων; οὐδενὸς οὐδ’ ἐγγύς. ὥστε οὐδὲ συνέσεως ἄκρας ἐγγύς ἐστι σῶμα θνητοῦ ζώου, πάντα δ’, ὥσπερ ὑγρότητος, οὕτω καὶ ἀνοίας μετέχει. ὁπότ’ οὖν τὸ λογικὸν τῆς ψυχῆς μονοειδῆ οὐσίαν ἔχον τῇ τοῦ σώματος κράσει συμμεταβάλλεται, τί χρὴ νομίσαι πάσχειν τὸ θνητὸν εἶδος αὐτῆς; ἢ δῆλον, ὅτι πάντη δουλεύειν τῷ σώματι; ἄμεινον δὲ φάναι, μὴ δουλεύειν, ἀλλ’ αὐτὸ δὴ τοῦτ’ εἶναι τὸ θνητὸν τῆς ψυχῆς, τὴν κρᾶσιν τοῦ σώματος. ἐδείχθη γὰρ ἔμπροσθεν ἡ θνητὴ ψυχὴ κρᾶσις οὖσα τοῦ σώματος. ἡ μὲν οὖν τῆς καρδίας κρᾶσις τὸ θυμοειδές ἐστι τῆς ψυχῆς, ἡ δὲ τοῦ ἥπατος τὸ καλούμενον ὑπὸ τοῦ Πλάτωνος μὲν ἐπιθυμητικὸν, θρεπτικὸν δὲ καὶ φυτικὸν ὑπὸ τοῦ Ἀριστοτέλους. Ἀνδρόνικον δὲ τὸν Περιπατητικὸν, ὅτι μὲν ὅλως ἐτόλμησεν ἀποφήνασθαι τὴν οὐσίαν τῆς ψύχης ὡς ἐλεύθερος ἀνὴρ ἄνευ τοῦ περιπλέκειν ἀσαφῶς, ἐπαινῶ τε πάνυ καὶ ἀποδέχομαι τὴν φράσιν τοῦ ἀνδρός· εὑρίσκω γὰρ αὐτὸν καὶ κατ’ ἄλλα πολλὰ τοιοῦτον. ὅτι δέ τοι κρᾶσιν εἶναί φησιν, ἢ δύναμιν ἑπομένην τῇ κράσει, καὶ μέμφομαι τῇ προσθήκῃ τῆς δυνάμεως. ἡ γάρτοι ψυχὴ πολλὰς ἔχει δυνάμεις, οὐσία τις οὖσα, καὶ τοῦτο ὀρθῶς Ἀριστοτέλει λέλεκται, καὶ πρόσθεν τοῦτο διώρισται καλῶς ἡ ὁμωνυμία. λεγομένης γὰρ οὐσίας, καὶ τῆς ὕλης, καὶ τοῦ εἴδους, καὶ τοῦ συναμφοτέρου, τὴν κατὰ τὸ εἶδος οὐσίαν ἀπεφήνατο ψυχὴν ὑπάρχειν, οὐκ ἐγχωρῶν λέγειν ἄλλο τι παρὰ τὴν κρᾶσιν, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυτο. ἐν ταὐτῷ δὲ γένει τῆς οὐσίας καὶ ἡ τῶν Στωϊκῶν περιέχεται δόξα. πνεῦμα μὲν γάρ τι τὴν ψυχὴν εἶναι βούλονται, καθάπερ καὶ τὴν φύσιν, ἀλλ’ ὑγρότερον μὲν καὶ ψυχρότερον τὸ τῆς φύσεως, ξηρότερον δὲ καὶ θερμότερον τὸ τῆς ψυχῆς. ὥστε καὶ τοῦθ’ ὕλη μέν τις οἰκεία τῆς ψυχῆς ἐστι τὸ πνεῦμα, τὸ δὲ τῆς ὕλης εἶδος ἤτοι κράσεως, ἐν συμμετρίᾳ γιγνομένης τῆς ἀερώδους τε καὶ πυρώδους οὐσίας. οὔτε γὰρ ἀέρα μόνον οἷόν τε φάναι τὴν ψυχὴν, οὔτε πῦρ, ὅτι μήτε ψυχρὸν ἄκρως ἐμφανῇ γίγνεσθαι ζώου σῶμα, μήτε ἄκρως θερμὸν, ἀλλὰ μηδὲ ἐπικρατούμενον ὑπὸ θατέρου κατὰ μεγάλην ὑπεροχὴν, ὅπου γε, κᾀν βραχεῖ πλεῖον γένηται τοῦ συμμέτρου, πυρέττει μὲν τὸ ζῶον ἐν ταῖς τοῦ πυρὸς ἀμέτροις ὑπεροχαῖς, καταψύχεται δὲ καὶ πελιδνοῦται καὶ δυσαίσθητον ἢ παντελῶς ἀναίσθητον γίνεται κατὰ τὰς τοῦ ἀέρος κράσεις. οὗτος γὰρ αὐτὸς, ὅσον μὲν ἐφ’ ἑαυτῷ, ψυχρός ἐστιν, ἐκ δὲ τῆς πρὸς τὸ πυρῶδες στοιχεῖον ἐπιμιξίας εὔκρατος γίνεται. δῆλον οὖν ἤδη σοι γέγονεν, ὡς ἡ τῆς ψυχῆς οὐσία κατὰ ποιὰν κρᾶσιν ἀέρος τε καὶ πυρὸς γίνεται κατὰ τοὺς Στωϊκοὺς, καὶ συνετὸς μὲν ὁ Χρύσιππος ἀπείργασται διὰ τὴν τούτων εὔκρατον μίξιν, οἱ δὲ Ἱπποκράτους υἱεῖς, οὓς ἐπὶ μωρίᾳ σκώπτουσιν οἱ κωμικοὶ, διὰ τὴν ἄμετρον θέρμην. ἴσως οὖν τις ἐρεῖ, μήτε Χρύσιππον ἐπαινεῖσθαι δεῖν ἐπὶ συνέσει, μήτ’ ἐκείνους ἐπὶ μωρίᾳ ψέγεσθαι. παραπλησίως δὲ καὶ εἰς τὰ τοῦ θυμοειδοῦς ἔργα καὶ πάθη μήτε τοὺς εὐτόλμους ἐπαινεῖσθαι χρῆν, μήτε τοὺς ἀτόλμους ψέγεσθαι. περὶ μὲν οὖν τούτων ὀλίγον πρόσθεν ἐπισκεψόμεθα.

(الباب الرابع فى تأثيرات اليبوسة والرطوبة على فهم النفس وجهلها حسب ما ورد فى كتال طيماوس، وفى الرد على رأى أندرونيقوس المشاء ورأى الرواقيين فى النفس)

أفترى قوى النفس يمكن فيها التغيير من مزاج الحرارة والبرودة ولا يمكن فيها ذلك من الرطوبة واليبوسة، أم قد يوجد على ذلك دلائل كثيرة من الأدوية والتدرابير التى يتدبر بها فى كل يوم ولعلى سأفصلها لك فيما أستأنف، إذا أنا بدأت بذكر ما وضع أفلاطن بما بين من رأيه فى أن النفس تؤول من رطوبة البدن الى نسيان ما كانت تعرفه قبل أن ترتبط بالبدن. فإنه قال فى كتاب طيماوس: إن الله جل وعز حين خلق الإنسان ربط النفس التى ليست بميتة بجسم سائل ذائب، يعنى بذلك رطوبة جوهر الأطفال. وأتبع هذا الكلام بهذه الألفاظ بأعيانها فقال: وأما النفوس التى ربطت بالنهر العظيم، فإنها لم تكن تغلب ولا تغلب وكانت تحارب وتحارب بالقسوة. ومن بعد هذا الكلام بقليل قال أيضا: ولأن الموج الذى كان يغرق وينحسر كان عظيما، وهو الذى كان يغدو، كانت الآلام الحادثة من الأشياء المصادقة فى كل يوم تحدث تخليطا عظيما. فمن أجل هذه الآلام كلها صارت النفس الآن فى الابتداء تكون أول ما ترتبط بالبدن الميت عديمة العقل. فإذا قل مجىء مجرى النماء والغذاء، رجعت الاستدارات الى السكون فعادت الى طريقها وكلما امتد الزمان كان ترتيبها أكبر، وصار كل واحد من الأدوار الى الشكل الطبيعى، وأصلحت الاستدارات للاختلاف والاتفاق، كما ينبغى أن تسمى بالاستقامة 〈و〉صيرت الذى يكون لها عاقلا. يؤيد بقوله: فإذا قل مجىء مجرى النماء والغذاء، أن يدل على الرطوبة التى ذكرها آنفا وصيرها علة لجهل النفس، لأن اليبس فى مائيته يؤدى النفس الى العقل والرطوبة الى الجهل.

فإن كانت الرطوبة تفعل عدم العقل واليبوسة تفعل العقل، فاليبوسة فى الغاية تفعل غاية العقل، واليبوسة المخلوطة بالرطوبة تقلل من العقل الكامل بقدر مشاركة الرطوبة بها. فإن الحيوان الميت موجود بدنه عديم الرطوبة مثل جرام الكواكب ليس، ولا واحد على هذه الصفة ولا قريب منها. فإذاً ليس من الأجسام الحية المائتة شىء يقرب من غاية العقل، لأن هذه بحسب ما فيها من الرطوبة يكون ما فيها من عدم العقل.

فإذا كان الجزء الفكرى من أجزاء النفس وجوهره جوهر خاص قد يتغير بتغير مزاج البدن، فما الذى ينبغى أن تتوهم فى النوع الميت! أقول إنه بين انه يتعبد لمزاج البدن غاية التعبد.وأجود من هذا ألا يقال: إنه يتعبد، بل يقال: الجزء الميت من أجزاء النفس هو مزاج البدن. وذاك أنا قد بينا فيما سلف أن الفنس الميتة هى مزاج البدن، فمزاج القلب هو النوع الغضبى من أنواع النفس، وممزاج الكبد هو النوع الذى يسميه أصحاب أفلاطن الشهوانى ويسمونه أصحاب أرسطاطاليس المغذى والنباتى.

وأما أندرونيقوس المشاء فإنى أمدحه مدحا كثيرا على أنه أقدم فقضى على جوهر النفس قضية كلية بلا مراقبة من غير أن يعقد الكلام ويغمضه. وقد أجد هذا الرجل يفعل ما وصفته به فى أشياء أخر كثيرة، وإرادته هذه حسنة عندى مقبولة. ولكن لأنه قال: إنها إما مزاج وإما قوة تابعة للمزاج، قد أذمه وألومه فى زيادة قوة، وذلك لأن النفس جوهر ذات قوى كثيرة، وقد ذكر أرسطاطاليس وفصل مع ذلك اشتراك الاسم تفصيلا حسنا. وذاك أنه لما كان الجوهر يقال على الهيولى والصورة والجسم المؤلف منهما، قضى بأن النفس جوهر على جهة الصورة. وليس يمكن أن يقال: إن هذه الصورة شىء سوى المزاج، على ما أوضحنا آنفا.

وهذا الجنس من أجناس الجوهر يخص النفس على رأى الرواقيين أيضا إلا أن روح الطبيعة عندهم أرطب وأبرد وروح النفس أيبس وأحر. فتحصل أن هذا الروح هو هيولى خاصية للنفس وأما صورة هذا الهيولى فهو ضرب من ضروب المزاج يكون باعتدال الجوهر الهوائى والجوهر النارى، لأنه ليس يمكن أن يقال إن النفس هواء فقط، ولا إنها نار فقط، وذلك لأن بدن الحيوان لا يمكن أن يكون فى غاية البرودة ولا فى غاية الحرارة ولا يثبت على إفراط إحدى الجهتين على الإكثار. إذ كان متى أفرط عليه أحدهما وجاوز فيه الاعتدال إن كانت النار المجاوزة فيه الاعتدال حم. وإن كان الهواء برد برودة مفرطة وكمد لونه وعسر حسه، وذلك لأن الهواء فى نفسه عندهم بارد. فقد بان ووضح لك أن جوهر النفس على رأى الرواقيين يكون بمزاج ما من الهواء والنار. وإن خروسبس 〈صار الى الفهم من أجل اعتدال مزاجهما، و〉إنما صاروا الى الجهل والحمق بنو أبقراط الذين يشهدون بهم القومود وتخلطهما فيهم على غير الاعتدال، ولكن لعل بعض الناس يقول : فليس ينبغى إذن أن يمدح خروسبس على فهمه ولا يذمون أولئك على حمقهم وجهلهم، وكذلك أيضا فى أفعال النفس الغضيبة ليس ينبغى أن يمدح ذوى النجدة ولا يذم ذوى الجبن، وأيضا فى أفعال النفس الشهوانية لا ينبغى أن يمدح الأعفاء ولا يذم أهل الشره والشبق.