Digital Corpus for Graeco-Arabic Studies

Galen: Quod Optimus Medicus Sit Quoque Philosophus (The Best Doctor is also a Philosopher)

διόπερ ἔδοξέ μοι ζητῆσαι τὴν αἰτίαν, ἥ τίς ποτ’ ἐστὶ, δι’ ἣν, καίτοι θαυμάζονται ἅπαντες τὸν ἄνδρα, μήτ’ ἀναγινώσκουσιν αὐτοῦ τὰ συγγράμματα, μήτ’, εἰ καί τῳ τοῦτο παρασταίη, συνίησι τῶν λεγομένων, ἢ, εἰ καὶ τοῦτο εὐτυχήσειεν, ἀσκήσει τὴν θεωρίαν ἐπεξέρχεται, βεβαιώσασθαί τε καὶ εἰς ἕξιν ἀγαγεῖν βουλόμενος, εὑρίσκων δὴ καὶ σύμπαντα κατορθούμενα βουλήσει τε καὶ δυνάμει τοῖς ἀνθρώποις παραγιγνόμενα. θατέρου δ’ αὐτῶν ἀτυχήσαντι τὸ καὶ τοῦ τέλους αὐτῶν ἀναγκαῖον ἀποτυχεῖν. αὐτίκα γέ τοι τοὺς ἀθλητὰς, ἢ διὰ τὴν τοῦ σώματος ἀφυΐαν, ἢ διὰ τὴν τῆς ἀσκήσεως ἀμέλειαν ὁρῶμεν ἀποτυγχάνοντας τοῦ τέλους. οὕτω δ’ ἂν καὶ ἡ τοῦ σώματος φύσις ἀξιόνικος ᾖ, καὶ τὰ τῆς ἀσκήσεως ἄμεμπτα, τίς μηχανὴ μὴ οὐ πολλῷ ἀνελέσθαι τόνδε στεφανίτας ἀγῶνας; ἆρ’ οὖν ἐν ἀμφοτέροις οἱ νῦν ἰατροὶ δυστυχοῦσιν, οὔτε δύναμιν, οὔτε βούλησιν ἀξιόλογον ἐπιφερόμενοι, περὶ τὴν τῆς τέχνης ἄσκησιν, ἢ τὸ μὲν ἕτερον αὐτοῖς ὑπάρχει, θατέρου δ’ ἀπολείπονται. τὸ μὲν δὴ μηδένα φύεσθαι δύναμιν ἔχοντα ψυχικὴν ἱκανὴν καταδέξασθαι τέχνην οὕτω φιλάνθρωπον, οὔ μοι δοκεῖ λόγον ἔχειν. ὁμοίου γὰρ τοῦ κόσμου καὶ τότ’ ὄντος, καὶ νῦν, καὶ μήτε τῶν ὡρῶν τῆς τάξεως ὑπηλλαγμένης, μήτε τῆς ἡλιακῆς περιόδου μετακεκοσμημένης, μήτ’ ἄλλου τινὸς ἀστέρος, ἢ ἀπλανοῦς, ἢ πλανωμένου μεταβολήν τινα ἐσχηκότος. εὔλογον δὲ διὰ μοχθηρὰν τροφήν, ἣν οἱ νῦν ἄνθρωποι τρέφονται, καὶ διὰ τὸ τὸν πλοῦτον ἀρετῆς εἶναι τιμιώτερον, οὔθ’ οἶος Φειδίας ἐν πλάσταις, οὔθ’ οἶος Ἀπελλῆς ἐν γραφεῦσιν, οὔθ’ οἶος Ἱπποκράτης ἐν ἰατροῖς, ἔτι γενέσθαι τινά. καίτοι τό γε ὑστέροις τῶν παλαιῶν ἡμῖν γεγονέναι, καὶ τὸ τὰς τέχνας ὑπ’ ἐκείνων ἐπὶ πλεῖστον προηγμένας παραλαμβάνειν οὐ μικρὸν ἦν πλεονέκτημα. τὰ γοῦν ὑφ’ Ἱπποκράτους εὑρημένα χρόνῳ παμπόλλῳ ῥᾷστον ἦν ἐν ὀλιγίστοις ἔτεσιν ἐκμαθόντα τῷ λοιπῷ χρόνῳ τοῦ βίου πρὸς τὴν τῶν λειπόντων εὕρεσιν καταχρήσασθαι. ἀλλ’ οὐκ ἐνδέχεται πλοῦτον ἀρετῆς τιμιώτερον ὑποθέμενον, καὶ τὴν τέχνην οὐκ εὐεργεσίας ἀνθρώπων ἕνεκεν, ἀλλὰ χρηματισμοῦ μαθόντα, τοῦ τέλους τοῦ κατ’ αὐτὴν ἐφίεσθαι. φθάσουσι γὰρ ἕτεροι πλουτῆσαι, πρὶν ἡμᾶς ἐπὶ τὸ τέλος αὐτῆς ἐξικέσθαι. οὐ γὰρ δὴ δυνατὸν ἅμα χρηματίζεσθαί τε, καὶ οὕτω μεγάλην ἐπασκεῖν τέχνην, ἀλλ’ ἀνάγκη καταφρονῆσαι θατέρου τὸν ἐπὶ θάτερον ὁρμήσαντα σφοδρότερον. ἆρ’ οὖν ἔχομέν τινα τῶν νῦν ἀνθρώπων εἰπεῖν, εἰς τοσοῦτον μόνον ἐφιέμενον χρημάτων κτήσεως, εἰς ὅσον ὑπηρετεῖν ἐξ αὐτῆς ταῖς ἀναγκαίαις χρείαις τοῦ σώματος; ἔστι τις ὁ δυνάμενος οὐ μόνον λόγῳ πλάσασθαι, ἀλλ’ ἔργῳ διδάξασθαι τοῦ κατὰ φύσιν πλούτου τὸν ὅρον, ἄχρι τοῦ μὴ πεινῇν, μὴ διψῇν, μὴ ῥιγοῦν προϊόντος;