Digital Corpus for Graeco-Arabic Studies

Galen: Quod Optimus Medicus Sit Quoque Philosophus (The Best Doctor is also a Philosopher)

ΓΑΛΗΝΟΥ ΟΤΙ ΑΡΙΣΤΟΣ ΙΑΤΡΟΣ ΚΑΙ ΦΙΛΟΣΟΦΟΣ.

Οἷόν τι πεπόνθασιν οἱ πολλοὶ τῶν ἀθλητῶν, ἐπιθυμοῦντες μὲν ὀλυμπιονῖκαι γενέσθαι, μηδὲν δὲ πράττειν, ὡς τούτου τυχεῖν, ἐπιτηδεύοντες, τοιοῦτόν τι καὶ τοῖς πολλοῖς τῶν ἰατρῶν συμβέβηκεν. ἐπαινοῦσι μὲν γὰρ Ἱπποκράτην, καὶ πρῶτον ἁπάντων ἡγοῦνται, γενέσθαι δὲ αὐτοὺς ἐν ὁμοίοις ἐκείνῳ, πάντα μᾶλλον ἢ τοῦτο πράττουσι. ὁ μὲν γὰρ οὐ μικρὰν μοῖραν εἰς ἰατρικήν φησι συμβάλλεσθαι τὴν ἀστρονομίαν, καὶ δηλονότι τὴν ταύτης ἡγουμένην ἐξ ἀνάγκης γεωμετρίαν. οἱ δ’ οὐ μόνον αὐτοὶ μετέρχονται τούτων οὐδέτερον, ἀλλὰ καὶ τοῖς μετιοῦσι μέμφονται. καὶ μὲν δὴ καὶ φύσιν σώματος, ὁ μὲν ἀκριβῶς ἀξιοῖ γιγνώσκειν, ἀρχὴν εἶναι φάσκων αὐτὴν τοῦ κατ’ ἰατρικὴν λόγου παντός. οἱ δ’ οὕτω καὶ περὶ τούτων σπουδάζουσι, ὡς οὐ μόνον ἑκάστου τῶν μορίων οὐσίαν ἢ πλοκὴν, ἢ διάπλασιν, ἢ μέγεθος, ἢ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν, ἀλλ’ οὐδὲ τὴν θέσιν ἐπίστανται. καὶ μέν γε ὡς ἐκ τοῦ μὴ γιγνώσκειν κατ’ εἴδη τε καὶ γένη διαιρεῖσθαι τὰ νοσήματα, συμβαίνει τοῖς ἰατροῖς ἁμαρτάνειν τῶν θεραπευτικῶν σκοπῶν, Ἱπποκράτει μὲν εἴρηται προτρέποντι τὴν λογικὴν ἡμᾶς ἐξασκεῖν θεωρίαν. οἱ δὲ νῦν ἰατροὶ τοσοῦτον ἀποδέουσιν ἠσκῆσθαι κατ’ αὐτὴν, ὥστε καὶ τοῖς ἀσκοῦσιν, ὡς ἄχρηστα μεταχειριζομένοις, ἐγκαλοῦσι. οὕτω δὲ καὶ τοῦ προγιγνώσκειν τε τὰ προγεγονότα, καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα γενήσεσθαι τῷ κάμνοντι νοσήματα, πολλὴν χρῆναι πεποιῆσθαι πρόνοιαν, Ἱπποκράτης φησίν. οἱ δὲ καὶ περὶ τοῦτο τὸ μέρος τῆς τέχνης ἐπὶ τοσοῦτον ἐσπουδάκασιν, ὥστ’, εἴ τις αἱμοῤῥαγίαν ἢ ἱδρῶτα προείπῃ, γόητά τε καὶ παραδοξολόγον ἀποκαλοῦσιν. σχολῇ γ’ ἂν οὗτοι τἄλλα προλέγοντός τινος ἀνάσχοιντο· σχολῇ δ’ ἄν ποτε τῆς διαίτης τὸ σχῆμα πρὸς τὴν μέλλουσαν ἔσεσθαι τοῦ νοσήματος ἀκμὴν καταστήσαιντο· καὶ μὴν Ἱπποκράτης οὕτως γε διαιτᾷν κελεύει. τί δὴ οὖν ἐστὶ τὸ ὑπόλοιπον εἰς ὃ ζηλοῦσι τἀνδρός; ὁ γὰρ δὴ τήνδε τῆς ἑρμηνείας δεινότητα, τῷ μέν γε καὶ τοῦτο κατώρθωται. τοῖς δ’ οὕτω τοὐναντίον, ὥστε πολλοὺς αὐτῶν ἐστιν ἰδεῖν καθ’ ἓν ὄνομα δὶς ἁμαρτάνοντας, ὃ μηδ’ ἐπινοῆσαι ῥᾴδιον.