Digital Corpus for Graeco-Arabic Studies

Galen: Quod Optimus Medicus Sit Quoque Philosophus (The Best Doctor is also a Philosopher)

πότερον οὖν ὑπὲρ ὀνομάτων ἔτι διενεχθήσῃ καὶ ληρήσεις ἐρίζων ἐγκρατῆ μὲν, καὶ σώφρονα, καὶ χρημάτων κρείττονα, καὶ δίκαιον ἄξιον εἶναι τὸν ἰατρὸν, οὐ μὴν φιλόσοφόν γε, καὶ φύσιν γιγνώσκειν τῶν σωμάτων, καὶ ἐνεργείας ὀργάνων, καὶ χρείας μορίων, καὶ διαφορὰς νοσημάτων, καὶ θεραπειῶν ἐνδείξεις, οὐ μὴν ἠσκῆσθαί γε κατὰ τὴν λογικὴν θεωρίαν, ἢ τὰ πράγματα συγχωρήσας, ὑπὲρ ὀνομάτων αἰδεσθήσῃ διαφέρεσθαι; καὶ μὴν ὀψὲ μέν· ἄμεινον δὲ νῦν γοῦν σωφρονήσαντά σε, μήδ’ ἢ καθάπερ κολοιὸν ἢ κόρακα περὶ φωνῶν ζυγομαχεῖν, ἀλλ’ αὐτὴν τῶν πραγμάτων σπουδάζειν τὴν ἀλήθειαν. οὐ γὰρ δὴ τοῦτό γ’ ἂν ἔχοις εἰπεῖν, ὡς ὑφάντης μέν τις, ἢ σκυτοτόμος ἀγαθὸς ἄνευ μαθήσεώς τε καὶ ἀσκήσεως οὐκ ἄν ποτε γένοιτο, δίκαιος δέ τις, ἢ σώφρων, ἢ ἀποδεικτικὸς, ἢ δεινὸς περὶ φύσιν ἐξαιφνίδιον ἀναφανήσεται, μήτε διδασκάλοις χρησάμενος, μήτ’ αὐτὸς ἐπασκήσας ἑαυτόν. εἰ τοίνυν καὶ τοῦτ’ ἀναίσχυντον, καὶ θάτερον οὐ περὶ πραγμάτων ἐστὶν, ἀλλ’ ὑπὲρ ὀνομάτων ἐρίζοντος, φιλοσοφητέον ἡμῖν ἐστι πρότερον, εἴπερ Ἱπποκράτους ἀληθῶς ἐσμεν ζηλωταί· κᾂν τοῦτο ποιῶμεν, οὐδὲν κωλύει μὴ παραπλησίους, ἀλλὰ καὶ βελτίους αὐτοῦ γενέσθαι, μανθάνοντας μὲν, ὅσα καλῶς ἐκείνῳ γέγραπται, τὰ λείποντα δ’ αὐτοὺς ἐξευρίσκοντας.