Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Topica (Topics)

Ὑπέχειν δὲ καὶ θέσιν καὶ ὁρισμὸν αὐτὸν αὑτῷ δεῖ προεγχειρήσαντα· ἐξ ὧν γὰρ ἀναιροῦσιν οἱ πυνθανόμενοι τὸ κείμενον, δῆλον ὅτι τούτοις ἐναντιωτέον.

Ἄδοξον δ᾿ ὑπόθεσιν εὐλαβητέον ὑπέχειν. Εἴη δ᾿ ἂν ἄδοξος διχως· καὶ γὰρ ἐξ ἧς ἄτοπα συμβαίνει λέγειν, οἷον εἰ πάντα φαίη τις κινεῖσθαι ἢ μηδέν, καὶ ὅσα χείρονος ἤθους ἑλέσθαι καὶ ὑπεναντία ταῖς βουλήσεσιν, οἷον ὅτι ἡδονὴ τἀγαθὸν καὶ τὸ ἀδικεῖν βέλτιον τοῦ ἀδικεῖσθαι. Οὐ γὰρ ὡς λόγου χάριν ὑπέχοντα ἀλλ᾿ ὡς τὰ δοκοῦντα λέγοντα μισοῦσιν.