Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ἀλλὰ καὶ κατὰ τὸ Προγνωϲτικόν, ἐν ᾧ φηϲι· “χρὴ δὲ καὶ τὰϲ φορὰϲ τῶν νοϲημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέωϲ ἐνθυμέεϲθαι καὶ μὴ λανθάνειν τῆϲ τε ὥρηϲ τὴν κατάϲταϲιν.” ἐν αὐτοῖϲ δὲ τοῖϲ τῶν Ἐπι- δημιῶν ποτὲ μέν ἐϲτιν ἀκοῦϲαι λέγοντοϲ αὐτοῦ· “ἐπεδήμηϲαν δὲ καὶ δυϲεντερίαι κατὰ θέροϲ πολλαί·” ποτὲ δὲ “καὶ ἄλλαι πυρετῶν ἐπεδή- μηϲαν ἰδέαι”. “καὶ γὰρ ἄλλοιϲ τὸ νόϲημα ἐπιδήμιον ἦν.”]

γέγραπται δὲ τοῦτο τοὔνομα τὸ “ἐπίδημον” ἐν τιϲὶ μὲν τῶν ἀντιγράφων διὰ τεϲϲάρων ϲυλλαβῶν, τῆϲ τελευταίαϲ ἐκ τοῦ μ καὶ ο καὶ ν ϲυνεϲτηκυίαϲ, ἐν τιϲὶ δὲ διὰ πέντε, διά τε τοῦ μ καὶ ι κἄπειτα καθ’ ἑτέραν ϲυλλαβὴν τὴν τελευταίαν τοῦ ο καὶ ν. μεμνῆϲθαι δὲ χρὴ τούτων εἰϲ τὸ τὰ μέλλοντα λέγεϲθαι γιγνώϲκειν, ὡϲ ἔνια μὲν τῶν νοϲημάτων κοινῇ πολλοὺϲ καταλαμβάνει, ἃ δὴ λέγεται κοινά, ἔνια δ’ ἕκαϲτον ἰδίᾳ, τὰ ϲποραδικὰ προϲαγορευόμενα. τῶν δὲ κοινῶν τὰ μὲν ἔνδημά [τε] ἐϲτι, τὰ δὲ ἐπίδημά τε καὶ ἐπιδήμια, διὰ τεττάρων ἢ πέντε ϲυλλαβῶν, ὡϲ εἴρηται, γραφόμενα καὶ λεγόμενα. τούτων δὲ τὰ χαλεπώτατα λοιμώδη καλεῖται, τὴν αἰτίαν ἐκ τῆϲ περὶ τὸν ἀέρα καταϲτάϲεωϲ ἔχοντα καὶ αὐτά, καθάπερ ὅλον τὸ γένοϲ τῶν ἐπιδημίων νοϲημάτων. γέγραφε δὲ κατὰ τοῦτο τὸ βιβλίον καὶ λοιμώδειϲ τινὰϲ καταϲτάϲειϲ, ὥϲπερ καὶ τὴν ἐν τῷ τρίτῳ[, διότι καὶ τῷ γένει ὁ λοιμὸϲ ἐπιδήμιόν ἐϲτι νόϲημα].

ταῦτα μὲν οὖν ἄμεινόν ἐϲτι διωρίϲθαι πρὸ τῆϲ μελλούϲηϲ ἔϲε- ϲθαι τῶν κατὰ μέροϲ ἐξηγήϲεωϲ. μετὰ ταῦτα δὲ εἰϲ ἐκείνην ἤδη τρέ- ψομαι, τοϲοῦτον ἔτι προειπών, ὅπερ καὶ ἐν ἄλλοιϲ πολλοῖϲ τῶν ὑπ’ ἐμοῦ γεγραμμένων βιβλίων εἰρῆϲθαι φθάνει, προτρέποντόϲ μου γυμνάζεϲθαι τοὺϲ ἐκμαθεῖν θέλονταϲ τὴν ἰατρικὴν τέχνην ἐν τοῖϲ κατὰ μέροϲ αἰϲθητοῖϲ, ὡϲ διαγινώϲκειν αὐτούϲ, ἃ καθόλου προμεμαθήκαϲιν. ταῦτα δὲ αὐτὰ τὰ κατὰ μέροϲ ἀρχὴν τῆϲ τῶν καθόλου ϲυϲτάϲεωϲ οἱ ἐμπειρικοί φαϲιν εἶναι, λέγοντεϲ ἀληθῆ ἐκεῖνα τῶν θεωρημάτων ὅϲα τὴν ϲύϲταϲιν ἐξ ἐμπειρίαϲ ἔϲχηκεν. ἡμῖν δὲ οὐχ οὕτωϲ, ἀλλὰ καὶ διὰ λόγου δοκεῖ πολλὰ τῶν θεωρημάτων εὑρῆϲθαι, κρίνεϲθαι μέντοι καὶ τούτων τὴν ἀλήθειαν ὑπὸ τῆϲ πείραϲ βεβαιουμένην τε καὶ μαρτυ-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download